previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[303]

Μωυσέος δὲ ταῦτ᾽ εἰπόντος τὸ πλῆθος αὐτὸν τιμαῖς ἀμείβεται, καὶ κατασκόπους αἱρεῖται δώδεκα τῶν γνωριμωτάτων ἐξ ἑκάστης φυλῆς ἕνα, οἳ διεξελθόντες ἀπὸ τῶν πρὸς Αἰγύπτῳ τὴν Χαναναίαν ἅπασαν ἐπί τε Ἀμάθην πόλιν καὶ Λίβανον ἀφικνοῦνται τὸ ὄρος, καὶ τήν τε τῆς γῆς φύσιν καὶ τὴν τῶν ἐνοικούντων ἀνθρώπων ἐξιστορήσαντες παρῆσαν τεσσαράκοντα ἡμέραις εἰς πᾶν καταχρησάμενοι τὸ ἔργον, [304] ἔτι τε καρποὺς ὧν ἔφερεν γῆ κομίζοντες τῇ τε τούτων εὐπρεπείᾳ καὶ τῷ πλήθει τῶν ἀγαθῶν, τὴν γῆν ἔχειν διηγοῦντο, πολεμεῖν ἐπαίροντες τὸ πλῆθος, φοβοῦντες δὲ πάλιν αὐτὸ τῷ τῆς κτήσεως ἀπόρῳ ποταμούς τε διαβῆναι λέγοντες ἀδυνάτους ὑπὸ μεγέθους ἅμα καὶ βάθους καὶ ὄρη ἀμήχανα τοῖς ὁδεύουσι καὶ πόλεις καρτερὰς τείχεσι καὶ περιβόλων ὀχυρότητι: [305] ἐν δ᾽ Ἐβρῶνι καὶ τῶν γιγάντων ἔφασκον τοὺς ἀπογόνους καταλαβεῖν. καὶ οἱ μὲν κατάσκοποι τεθεαμένοι πάντων οἷς μετὰ τὴν ἔξοδον τὴν ἀπ᾽ Αἰγύπτου ἐνέτυχον μείζω τὰ κατὰ τὴν Χαναναίαν αὐτοί τε κατεπλάγησαν καὶ τὸ πλῆθος οὕτως ἔχειν ἐπειρῶντο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: