previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[295]

Καὶ βραχὺ διαλιπὼν ἀπανίσταται τοῦ Σιναίου ὄρους καὶ τόπους τινὰς ἀμείψας, περὶ ὧν δηλώσομεν, εἴς τι χωρίον Ἐσερμὼθ λεγόμενον παρῆν, κἀκεῖ τὸ πλῆθος πάλιν στασιάζειν ἄρχεται, καὶ τὸν Μωυσῆν αἰτιᾶσθαι τῶν τε κατὰ τὴν ἀποδημίαν αὐτῷ πεπειραμένων, [296] καὶ ὅτι γῆς ἀγαθῆς αὐτοὺς πείσαντος ἀπαναστῆναι τὴν μὲν ἀπολέσειαν, ἀντὶ δὲ ἧς ὑπέσχετο παρέξειν εὐδαιμονίας ἐν ταύταις ἀλῶνται ταῖς ταλαιπωρίαις, ὕδατος μὲν σπανίζοντες, εἰ δὲ καὶ τὴν μάνναν ἐπιλιπεῖν συμβαίη τέλεον ἀπολούμενοι. [297] πολλὰ δὲ εἰς τὸν ἄνδρα καὶ δεινὰ λεγόντων, εἷς δέ τις αὐτοῖς παρῄνει, μήτε Μωυσέος καὶ τῶν πεπονημένων αὐτῷ περὶ τῆς κοινῆς σωτηρίας ἀμνημονεῖν μήτ᾽ ἀπογινώσκειν τῆς τοῦ θεοῦ βοηθείας. τὸ δὲ πλῆθος πρὸς τοῦτο μᾶλλον ἐκινήθη καὶ θορυβῆσαν ἔτι μᾶλλον πρὸς τὸν Μωυσῆν ἐπετείνετο. [298] Μωυσῆς δὲ παραθαρσύνων αὐτοὺς οὕτως ἀπεγνωκότας ὑπέσχετο καίπερ αἰσχρῶς ὑπ᾽ αὐτῶν περιυβρισμένος πλῆθος αὐτοῖς παρέξειν κρεῶν οὐκ εἰς μίαν ἡμέραν ἀλλ᾽ εἰς πλείονας. ἀπιστούντων δ᾽ ἐπὶ τούτῳ καί τινος ἐρομένου, πόθεν ἂν τοσαύταις εὐπορήσειε μυριάσι τῶν προειρημένων, ‘ θεός, εἶπε, κἀγὼ καί τοι κακῶς ἀκούοντες πρὸς ὑμῶν οὐκ ἂν ἀποσταίημεν κάμνοντες ὑπὲρ ὑμῶν, καὶ ταῦτα οὐκ εἰς μακρὰν ἔσται.’ [299] ἅμα ταῦτ᾽ ἔλεγε καὶ πίμπλαται τὸ στρατόπεδον ὀρτύγων ἅπαν καὶ ἤθροιζον αὐτοὺς περιστάντες. μέντοι θεὸς οὐκ εἰς μακρὰν μετέρχεται τοὺς Ἑβραίους τῆς εἰς αὐτὸν θρασύτητος καὶ λοιδορίας: ἀπέθανε γὰρ οὐκ ὀλίγον πλῆθος αὐτῶν, καὶ νῦν ἔτι κατ᾽ ἐπωνυμίαν χῶρος ὀνομάζεται Καβρωθαβά, ἐπιθυμίας μνημεῖα λέγοιτο ἄν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: