previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[276]

Τῶν δ᾽ ἱερέων καὶ διπλασίονα τὴν ἁγνείαν ἐποίησε: τούτων τε γὰρ αὐτοὺς ὁμοίως τοῖς ἄλλοις εἴργει καὶ προσέτι γαμεῖν τὰς ἡταιρηκυίας ἐκώλυσε, μήτε δούλην μήτ᾽ αἰχμάλωτον γαμεῖν αὐτοὺς κεκώλυκε καὶ τὰς ἐκ καπηλείας καὶ τοῦ πανδοκεύειν πεπορισμένας τὸν βίον μηδὲ τὰς τῶν προτέρων ἀνδρῶν ἐφ᾽ αἱσδηποτοῦν αἰτίαις ἀπηλλαγμένας. [277] τὸν ἀρχιερέα μέντοι οὐδὲ τεθνηκότος ἀνδρὸς ἠξίωσε γυναῖκα τοῦτο τοῖς ἄλλοις ἱερεῦσι συγχωρῶν, μόνην δ᾽ αὐτῷ δέδωκε γαμεῖν παρθένον καὶ ταύτην φυλάττειν: ὅθεν οὐδὲ νεκρῷ πρόσεισιν ἀρχιερεὺς τῶν λοιπῶν οὐ κεκωλυμένων ἀδελφοῖς καὶ γονεῦσι καὶ παισὶ τοῖς αὑτῶν προσιέναι μεταστᾶσιν. [278] ἀφελεῖς δὲ εἶναι πᾶσαν ἀφέλειαν: τὸν δὲ μὴ ὁλόκληρον τῶν ἱερέων νέμεσθαι πρὸς τοὺς ἱερεῖς ἐκέλευσε τὰ γέρα, ἀναβαίνειν δὲ ἐπὶ τὸν βωμὸν καὶ εἰσιέναι εἰς τὸν ναὸν ἐκώλυσε: μὴ μόνον δὲ περὶ τὰς ἱερουργίας καθαροὺς εἶναι, σπουδάζειν δὲ καὶ περὶ τὴν αὐτῶν δίαιταν, ὥστ᾽ αὐτὴν ἄμεμπτον εἶναι. [279] καὶ διὰ ταύτην τὴν αἰτίαν οἱ τὴν ἱερατικὴν στολὴν φοροῦντες ἄμωμοί τέ εἰσι καὶ περὶ πάντα καθαροὶ καὶ νηφάλιοι, πίνειν οἶνον ἕως οὗ τὴν στολὴν ἔχουσι κεκωλυμένοι: ἔτι δὲ καὶ τὰ ἱερεῖα θύουσιν ὁλόκληρα καὶ κατὰ μηδὲν λελωβημένα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: