previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[33]

Ὡς δ᾽ ἐκεῖθεν ἄραντες εἰς Ῥαφιδεὶν ἧκον ταλαιπωρηθέντες ὑπὸ δίψους εἰς ἔσχατον ἔν τε ταῖς πρότερον ἡμέραις πίδαξιν ὀλίγαις ἐντυγχάνοντες καὶ τότε παντάπασιν ἄνυδρον εὑρόντες τὴν γῆν, ἐν κακοῖς ἦσαν καὶ πάλιν δι᾽ ὀργῆς τὸν Μωυσῆν ἐποιοῦντο. [34] δὲ τὴν ὁρμὴν τοῦ πλήθους πρὸς μικρὸν ἐκκλίνας ἐπὶ λιτὰς τρέπεται τοῦ θεοῦ παρακαλῶν ὡς τροφὴν ἔδωκεν ἀπορουμένοις οὕτως καὶ ποτὸν παρασχεῖν, διαφθειρομένης καὶ τῆς ἐπὶ τροφῇ χάριτος ποτοῦ μὴ παρόντος. [35] δ᾽ οὐκ εἰς μακρὰν τὴν δωρεὰν ἀνεβάλλετο, τῷ δὲ Μωυσεῖ παρέξειν ὑπισχνεῖται πηγὴν καὶ πλῆθος ὕδατος ὅθεν οὐ προσδοκήσειαν, καὶ κελεύει τῷ βάκτρῳ πλήξαντα τὴν πέτραν, ἣν ἑώρων αὐτόθι παρακειμένην, παρ᾽ αὐτῆς λαμβάνειν τὴν εὐπορίαν ὧν δέονται: φροντίζει γὰρ καὶ τοῦ μὴ σὺν πόνῳ μηδ᾽ ἐργασίᾳ τὸ ποτὸν αὐτοῖς φανῆναι. [36] καὶ Μωυσῆς ταῦτα λαβὼν παρὰ τοῦ θεοῦ παραγίνεται πρὸς τὸν λαὸν περιμένοντα καὶ εἰς αὐτὸν ἀφορῶντα: καὶ γὰρ ἤδη καθεώρων αὐτὸν ἀπὸ τῆς σκοπῆς ὁρμώμενον. ὡς δ᾽ ἧκεν, ἀπολύειν αὐτοὺς καὶ ταύτης τῆς ἀνάγκης τὸν θεὸν ἔλεγε καὶ χαρίσασθαι σωτηρίαν οὐδ᾽ ἐλπισθεῖσαν ἐκ τῆς πέτρας ποταμὸν αὐτοῖς ῥυήσεσθαι λέγων. [37] τῶν δὲ πρὸς τὴν ἀκοὴν καταπλαγέντων, εἰ ὑπό τε τοῦ δίψους καὶ τῆς ὁδοιπορίας τεταλαιπωρημένοις ἀνάγκη γένοιτο κόπτειν τὴν πέτραν, Μωυσῆς πλήττει τῇ βακτηρίᾳ, καὶ χανούσης ἐξέβλυσεν ὕδωρ πολὺ καὶ διαυγέστατον. [38] οἱ δὲ τῷ παραδόξῳ τοῦ γεγονότος κατεπλάγησαν, καὶ πρὸς τὴν ὄψιν αὐτοῖς ἤδη τὸ δίψος ἔληγε, καὶ πίνουσιν ἡδὺ καὶ γλυκὺ τὸ νᾶμα καὶ οἷον ἂν εἴη θεοῦ τὸ δῶρον δόντος ἐφαίνετο: τόν τε οὖν Μωυσῆν ἐθαύμαζον οὕτως ὑπὸ τοῦ θεοῦ τετιμημένον, καὶ θυσίαις ἠμείβοντο τὴν τοῦ θεοῦ περὶ αὐτοὺς πρόνοιαν. δηλοῖ δὲ ἐν τῷ ἱερῷ ἀνακειμένη γραφὴ τὸν θεὸν προειπεῖν Μωυσεῖ οὕτως ἐκ τῆς πέτρας ἀναδοθήσεσθαι ὕδωρ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: