previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[26]

Εὐθὺς δὲ μετὰ τὴν πρώτην ἀφορμὴν τῆς τροφῆς καὶ δευτέραν αὐτοῖς κατέπεμπεν θεός: ἀνέχοντος γὰρ τοῦ Μωυσέος τὰς χεῖρας ἐπὶ ταῖς εὐχαῖς δρόσος κατηνέχθη, καὶ περιπηγνυμένης ταῖς χερσὶ Μωυσῆς ὑπονοήσας καὶ ταύτην εἰς τροφὴν ἥκειν αὐτοῖς παρὰ τοῦ θεοῦ γεύεταί τε καὶ ἡσθείς, [27] τοῦ πλήθους ἀγνοοῦντος καὶ νομίζοντος νίφεσθαι καὶ τῆς ὥρας εἶναι τοῦ ἔτους τὸ γινόμενον, ἀνεδίδασκεν οὐ κατὰ τὴν ἐκείνων ὑπόληψιν ἀπ᾽ οὐρανοῦ καταφέρεσθαι τὴν δρόσον, ἀλλ᾽ ἐπὶ σωτηρίᾳ τῇ αὐτῶν καὶ διατροφῇ, καὶ γευομένοις τοῦτο αὐτοῖς παρεῖχε πιστεύειν. [28] οἱ δὲ μιμούμενοι τὸν στρατηγὸν ἥδοντο τῷ βρώματι: μέλιτι γὰρ ἦν τὴν γλυκύτητα καὶ τὴν ἡδονὴν ἐμφερές, ὅμοιον δὲ τῇ τῶν ἀρωμάτων βδέλλῃ, τὸ δὲ μέγεθος τῷ κοριάννου σπέρματι: καὶ περὶ συλλογὴν λίαν αὐτοῦ ἐσπουδάκεσαν. [29] παρηγγέλλετο δ᾽ ἐξ ἴσου πᾶσιν ἀσσαρῶνα, τοῦτο δ᾽ ἐστὶ μέτρον, εἰς ἑκάστην ἡμέραν συλλέγειν ὡς οὐκ ἐπιλείψοντος αὐτοῖς τοῦ βρώματος, ἵνα μὴ τοῖς ἀδυνάτοις ἄπορον τὸ λαμβάνειν δι᾽ ἀλκὴν τῶν δυνατωτέρων πλεονεκτούντων περὶ τὴν ἀναίρεσιν. [30] οἱ μέντοι πλέον τοῦ προστεταγμένου μέτρου συναγαγόντες οὐδὲν περισσότερον εἶχον τοῦ κακοπαθῆσαι: ἀσσαρῶνος γὰρ οὐδὲν πλέον εὕρισκον: τοῦ δ᾽ ὑπολειφθέντος εἰς τὴν ἐπιοῦσαν ὄνησις οὐδ᾽ ἥτις ἦν διεφθαρμένου ὑπό τε σκωλήκων καὶ πικρίας: οὕτω θεῖον ἦν τὸ βρῶμα καὶ παράδοξον. [31] ἀμύνει δὲ τοῖς ταύτην νεμομένοις τὴν ἐκ τῶν ἄλλων ἀπορίαν, ἔτι δὲ καὶ νῦν ὕεται πᾶς ἐκεῖνος τόπος, καθάπερ καὶ τότε Μωυσεῖ χαριζόμενον τὸ θεῖον κατέπεμψε τὴν διατροφήν. [32] καλοῦσι δὲ Ἑβραῖοι τὸ βρῶμα τοῦτο μάννα: τὸ γὰρ μάν ἐπερώτησις κατὰ τὴν ἡμετέραν διάλεκτον, τί τοῦτ᾽ ἔστιν ἀνακρίνουσα. καὶ οἱ μὲν χαίροντες ἐπὶ τοῖς ἀπ᾽ οὐρανοῦ καταπεμφθεῖσιν αὐτοῖς διετέλουν, τῇ δὲ τροφῇ ταύτῃ τεσσαράκοντα ἔτη ἐχρήσαντο ἐφ᾽ ὅσον χρόνον ἦσαν ἐν τῇ ἐρήμῳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: