previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[9]

Ἄραντες δ᾽ ἐκεῖθεν εἰς Ἦλιν ἀφικνοῦνται πόρρωθεν μὲν ἀγαθὴν ὁραθῆναι, καὶ γὰρ φοινικόφυτος ἦν, πλησιάζουσα δ᾽ ἀπηλέγχετο πονηρά: καὶ γὰρ οἱ φοίνικες ὄντες οὐ πλείους ἑβδομήκοντα δυσαυξεῖς τε ἦσαν καὶ χαμαίζηλοι δι᾽ ὕδατος ἀπορίαν ψαφαροῦ τοῦ παντὸς ὄντος χωρίου: [10] οὔτε γὰρ ἐκ τῶν πηγῶν δώδεκα οὐσῶν τὸν ἀριθμὸν νοτερόν τι προσαρδεῦον αὐτοῖς δι᾽ ἐλπίδα χρήσιμον, ἀλλὰ μὴ δυναμένων ἐκβλύσαι μηδ᾽ ἀνασχεῖν ἰκμάδες ἦσαν ὀλίγαι, καὶ διαμωμένοις τὴν ψάμμον οὐδὲν ἀπήντα, κἂν εἴ τι δὲ στάζον ἔλαβον εἰς χεῖρας, ἄχρηστον ηὕρισκον ὑπὸ τοῦ θολερὸν εἶναι: [11] καρπόν τε φέρειν ἦν ἀσθενῆ τὰ δένδρα διὰ σπάνιν τῆς ἐξ ὕδατος εἰς τοῦτο ἀφορμῆς καὶ παρακλήσεως. εἶχον οὖν ἐν αἰτίᾳ τὸν στρατηγὸν καὶ κατεβόων αὐτοῦ τὴν ταλαιπωρίαν καὶ τὴν πεῖραν τῶν κακῶν δι᾽ αὐτὸν πάσχειν λέγοντες: τριακοστὴν γὰρ ἐκείνην ὁδεύοντες ἡμέραν ὅσα μὲν ἐπεφέροντο πάντ᾽ ἦσαν ἀναλωκότες, μηδενὶ δὲ περιτυγχάνοντες δυσέλπιδες ἦσαν περὶ τῶν ὅλων. [12] πρὸς δὲ τῷ παρόντι κακῷ τὴν διάνοιαν ὄντες καὶ ἐν μνήμῃ εἶναι τῶν ὑπηργμένων αὐτοῖς ἔκ τε τοῦ θεοῦ καὶ τῆς Μωυσέος ἀρετῆς καὶ συνέσεως κωλυόμενοι δι᾽ ὀργῆς τὸν στρατηγὸν εἶχον καὶ βάλλειν αὐτὸν ὡρμήκεσαν ὡς αἰτιώτατον τῆς ἐν ποσὶ συμφορᾶς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: