previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[219]

Ἤδη δὲ τότε καὶ τὸ ἱερὸν ἐτετέλεστο. βλέπων οὖν δῆμος ἀργήσαντας τοὺς τεχνίτας ὑπὲρ μυρίους καὶ ὀκτακισχιλίους ὄντας καὶ μισθοφορίας ἐνδεεῖς ἐσομένους διὰ τὸ τὴν τροφὴν ἐκ τῆς κατὰ τὸ ἱερὸν ἐργασίας πορίζεσθαι, [220] καὶ χρήματα μὲν ἀπόθετα διὰ τὸν ἐκ Ῥωμαίων φόβον ἔχειν οὐ θέλων, προνοούμενος δὲ τῶν τεχνιτῶν καὶ εἰς τούτους ἀναλοῦν τοὺς θησαυροὺς βουλόμενος, καὶ γὰρ εἰ μίαν τις ὥραν τῆς ἡμέρας ἐργάσαιτο, τὸν μισθὸν ὑπὲρ ταύτης εὐθέως ἐλάμβανεν, ἔπειθον τὸν βασιλέα τὴν ἀνατολικὴν στοὰν ἀνεγεῖραι. [221] ἦν δὲ στοὰ τοῦ μὲν ἔξωθεν ἱεροῦ, κειμένη δ᾽ ἐν φάραγγι βαθείᾳ τετρακοσίων πηχῶν τοὺς τοίχους ἔχουσα ἐκ λίθου τετραγώνου κατεσκεύαστο καὶ λευκοῦ πάνυ, τὸ μὲν μῆκος ἑκάστου λίθου πήχεις εἴκοσι, τὸ δὲ ὕψος ἕξ, ἔργον Σολόμωνος τοῦ βασιλέως πρώτου δειμαμένου τὸ σύμπαν ἱερόν. [222] βασιλεὺς δ᾽, ἐπεπίστευτο γὰρ ὑπὸ Κλαυδίου Καίσαρος τὴν ἐπιμέλειαν τοῦ ἱεροῦ, λογισάμενος παντὸς μὲν ἔργου τὴν καθαίρεσιν εἶναι ῥᾳδίαν δυσχερῆ δὲ τὴν κατασκευήν, ἐπὶ δὲ τῆς στοᾶς ταύτης καὶ μᾶλλον, χρόνου τε γὰρ καὶ πολλῶν χρημάτων εἰς τοὖργον δεήσειν, ἠρνήσατο μὲν περὶ τούτου δεομένοις, καταστορέσαι δὲ λευκῷ λίθῳ τὴν πόλιν οὐκ ἐκώλυσεν. [223] Ἰησοῦν δὲ τὸν τοῦ Γαμαλιήλου τὴν ἀρχιερωσύνην ἀφελόμενος ἔδωκεν αὐτὴν Ματθίᾳ τῷ Θεοφίλου, καθ᾽ ὃν καὶ πρὸς Ῥωμαίους πόλεμος Ἰουδαίοις ἔλαβε τὴν ἀρχήν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: