previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[173]

Γίνεται δὲ καὶ τῶν Καισάρειαν οἰκούντων Ἰουδαίων στάσις πρὸς τοὺς ἐν αὐτῇ Σύρους περὶ ἰσοπολιτείας: οἱ μὲν γὰρ Ἰουδαῖοι πρωτεύειν ἠξίουν διὰ τὸ τὸν κτίστην τῆς Καισαρείας Ἡρώδην αὐτῶν βασιλέα γεγονέναι τὸ γένος Ἰουδαῖον, Σύροι δὲ τὰ μὲν περὶ τὸν Ἡρώδην ὡμολόγουν, ἔφασκον δὲ τὴν Καισάρειαν Στράτωνος πύργον τὸ πρότερον καλεῖσθαι καὶ τότε μηδένα γεγονέναι τῆς πόλεως αὐτῶν Ἰουδαῖον οἰκήτορα. [174] ταῦτα ἀκούσαντες οἱ τῆς χώρας ἔπαρχοι λαβόντες ἀμφοτέρωθεν τοὺς αἰτίους τῆς στάσεως πληγαῖς ᾐκίσαντο καὶ τὴν ταραχὴν οὕτω κατέστειλαν πρὸς ὀλίγον. [175] πάλιν γὰρ οἱ κατὰ τὴν πόλιν Ἰουδαῖοι τῷ πλούτῳ θαρροῦντες καὶ διὰ τοῦτο καταφρονοῦντες τῶν Σύρων ἐβλασφήμουν εἰς αὐτοὺς ἐρεθίσειν προσδοκῶντες. [176] οἱ δὲ χρήμασιν μὲν ἡττώμενοι, μέγα δὲ φρονοῦντες ἐπὶ τῷ τοὺς πλείστους τῶν ὑπὸ Ῥωμαίοις ἐκεῖ στρατευομένων Καισαρεῖς εἶναι καὶ Σεβαστηνοὺς μέχρι μέν τινος καὶ αὐτοὶ τοὺς Ἰουδαίους λόγῳ ὕβριζον, εἶτα λίθοις ἀλλήλους ἔβαλλον, ἕως πολλοὺς παρ᾽ ἀμφότερα τρωθῆναί τε καὶ πεσεῖν συνέβη: νικῶσί γε μὴν Ἰουδαῖοι. [177] Φῆλιξ δ᾽ ὡς ἐθεάσατο φιλονεικίαν ἐν πολέμου τρόπῳ γενομένην προπηδήσας παύεσθαι τοὺς Ἰουδαίους παρεκάλει, μὴ πειθομένοις δὲ τοὺς στρατιώτας ὁπλίσας ἐπαφίησι καὶ πολλοὺς μὲν αὐτῶν ἀνεῖλεν, πλείους δὲ ζῶντας ἔλαβεν, οἰκίας δέ τινας τῶν ἐν τῇ πόλει πολλῶν πάνυ χρημάτων γεμούσας διαρπάζειν ἐφῆκεν. [178] οἱ δὲ τῶν Ἰουδαίων ἐπιεικέστεροι καὶ προύχοντες κατὰ τὴν ἀξίωσιν δείσαντες περὶ ἑαυτῶν παρεκάλουν τὸν Φήλικα τοὺς στρατιώτας ἀνακαλέσασθαι τῇ σάλπιγγι καὶ φείσασθαι τὸ λοιπὸν αὐτῶν δοῦναί τε μετάνοιαν ἐπὶ τοῖς πεπραγμένοις. καὶ Φῆλιξ ἐπείσθη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: