previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[189]

Κατὰ δὲ τὸν καιρὸν τοῦτον βασιλεὺς Ἀγρίππας ᾠκοδομήσατο μεγέθει διαφέρον οἴκημα ἐν τῷ βασιλείῳ ἐν Ἱεροσολύμοις πλησίον τοῦ ξυστοῦ. [190] τὸ δὲ βασίλειον ἐγεγόνει πάλαι ὑπὸ τῶν Ἀσαμωναίου παίδων, ἐφ᾽ ὑψηλοῦ δὲ τόπου κείμενον τοῖς κατοπτεύειν ἀπ᾽ αὐτοῦ βουλομένοις τὴν πόλιν ἐπιτερπεστάτην παρεῖχεν τὴν θέαν, ἧς ἐφιέμενος βασιλεὺς ἐκεῖθεν ἀφεώρα κατακείμενος τὰ κατὰ τὸ ἱερὸν πρασσόμενα. [191] ταῦτα δὲ θεασάμενοι τῶν Ἱεροσολυμιτῶν οἱ προύχοντες δεινῶς ἐχαλέπαινον: οὐ γὰρ ἦν πάτριον τὰ κατὰ τὸ ἱερὸν δρώμενα κατοπτεύεσθαι καὶ μάλιστα τὰς ἱερουργίας. τοῖχον οὖν ἐγείρουσιν ἐπὶ τῆς ἐξέδρας ὑψηλόν, ἥτις ἦν ἐν τῷ ἔσωθεν ἱερῷ τετραμμένη πρὸς δύσιν. [192] οὐ μόνον δὲ τοῦ βασιλικοῦ τρικλίνου τὴν ἄποψιν οὗτος οἰκοδομηθεὶς ἀπετέμνετο, ἀλλὰ καὶ τῆς δυτικῆς στοᾶς τῆς κατὰ τὸ ἔξωθεν ἱερὸν οὔσης, ἔνθα τὰς φυλακὰς οἱ Ῥωμαῖοι ταῖς ἑορταῖς ἐποιοῦντο διὰ τὸ ἱερόν. [193] ἐπὶ τούτοις ἠγανάκτησεν τε βασιλεὺς Ἀγρίππας, μάλιστα δὲ Φῆστος ἔπαρχος, καὶ προσέταξεν αὐτοῖς καθελεῖν. οἱ δὲ παρεκάλεσαν ἐξουσίαν αὐτοῖς δοῦναι πρεσβεῦσαι περὶ τούτου πρὸς Νέρωνα: ζῆν γὰρ οὐχ ὑπομένειν καθαιρεθέντος τινὸς μέρους τοῦ ἱεροῦ. [194] συγχωρήσαντος δὲ τοῦ Φήστου πέμπουσιν ἐξ αὑτῶν πρὸς Νέρωνα τοὺς πρώτους δέκα καὶ Ἰσμάηλον τὸν ἀρχιερέα καὶ Ἑλκίαν τὸν γαζοφύλακα. [195] Νέρων δὲ διακούσας αὐτῶν οὐ μόνον συνέγνω περὶ τοῦ πραχθέντος, ἀλλὰ καὶ συνεχώρησεν ἐᾶν οὕτως τὴν οἰκοδομίαν, τῇ γυναικὶ Ποππαίᾳ, θεοσεβὴς γὰρ ἦν, ὑπὲρ τῶν Ἰουδαίων δεηθείσῃ χαριζόμενος, τοῖς μὲν δέκα προσέταξεν ἀπιέναι, τὸν δ᾽ Ἑλκίαν καὶ τὸν Ἰσμάηλον ὁμηρεύσοντας παρ᾽ ἑαυτῇ κατέσχεν. [196] δὲ βασιλεὺς ταῦθ᾽ ὡς ἐπύθετο δίδωσιν τὴν ἀρχιερωσύνην Ἰωσήπῳ τῷ Σίμωνος παιδὶ ἀρχιερέως ἐπικαλουμένῳ δὲ Καβί.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: