previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[185]

Ἀφικομένου δὲ εἰς τὴν Ἰουδαίαν Φήστου συνέβαινεν τὴν Ἰουδαίαν ὑπὸ τῶν λῃστῶν κακοῦσθαι τῶν κωμῶν ἁπασῶν ἐμπιπραμένων τε καὶ διαρπαζομένων. [186] καὶ οἱ σικάριοι δὲ καλούμενοι, λῃσταὶ δέ εἰσιν οὗτοι, τότε μάλιστα ἐπλήθυον χρώμενοι ξιφιδίοις παραπλησίοις μὲν τὸ μέγεθος τοῖς τῶν Περσῶν ἀκινάκαις, ἐπικαμπέσι δὲ καὶ ὁμοίαις ταῖς ὑπὸ Ῥωμαίων σίκαις καλουμέναις, ἀφ᾽ ὧν καὶ τὴν προσηγορίαν οἱ λῃστεύοντες ἔλαβον πολλοὺς ἀναιροῦντες. [187] ἀναμιγνύμενοι γὰρ ἐν ταῖς ἑορταῖς, καθὼς καὶ πρότερον εἴπομεν, τῷ πλήθει τῶν πανταχόθεν εἰς τὴν πόλιν ἐπὶ τὴν εὐσέβειαν συρρεόντων οὓς βουληθεῖεν ῥᾳδίως ἀπέσφαττον, πολλάκις δὲ καὶ μεθ᾽ ὅπλων ἐπὶ τὰς κώμας τῶν ἐχθρῶν ἀφικόμενοι διήρπαζον καὶ ἐνεπίμπρασαν. [188] πέμπει δὲ Φῆστος δύναμιν ἱππικήν τε καὶ πεζικὴν ἐπὶ τοὺς ἀπατηθέντας ὑπό τινος ἀνθρώπου γόητος σωτηρίαν αὐτοῖς ἐπαγγελλομένου καὶ παῦλαν κακῶν, εἰ βουληθεῖεν ἕπεσθαι μέχρι τῆς ἐρημίας αὐτῷ, καὶ αὐτόν τε ἐκεῖνον τὸν ἀπατήσαντα καὶ τοὺς ἀκολουθήσαντας διέφθειραν οἱ πεμφθέντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: