previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[145]

Βερενίκη δὲ μετὰ τὴν Ἡρώδου τελευτήν, ὃς αὐτῆς ἀνὴρ καὶ θεῖος ἐγεγόνει, πολὺν χρόνον ἐπιχηρεύσασα, φήμης ἐπισχούσης, ὅτι τἀδελφῷ συνείη, πείθει Πολέμωνα, Κιλικίας δὲ ἦν οὗτος βασιλεύς, περιτεμόμενον ἀγαγέσθαι πρὸς γάμον αὐτήν: οὕτως γὰρ ἐλέγξειν ᾤετο ψευδεῖς τὰς διαβολάς. [146] καὶ Πολέμων ἐπείσθη μάλιστα διὰ τὸν πλοῦτον αὐτῆς: οὐ μὴν ἐπὶ πολὺ συνέμεινεν γάμος, ἀλλ᾽ Βερενίκη δι᾽ ἀκολασίαν, ὡς ἔφασαν, καταλείπει τὸν Πολέμωνα. δ᾽ ἅμα τοῦ τε γάμου καὶ τοῦ τοῖς ἔθεσι τῶν Ἰουδαίων ἐμμένειν ἀπήλλακτο. [147] τῷ αὐτῷ δὲ καιρῷ καὶ Μαριάμμη παραιτησαμένη τὸν Ἀρχέλαον συνῴκησε Δημητρίῳ τῶν ἐν Ἀλεξανδρείᾳ Ἰουδαίων πρωτεύοντι γένει τε καὶ πλούτῳ: τότε δὴ καὶ τὴν ἀλαβαρχίαν αὐτὸς εἶχεν. γενόμενον δ᾽ αὐτῇ παιδίον ἐξ ἐκείνου Ἀγριππῖνον προσηγόρευσεν. ἀλλὰ περὶ μὲν ἑκάστου τούτων μετὰ ἀκριβείας ὕστερον ἀπαγγελοῦμεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: