previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[137]

Πέμπει δὲ καὶ Κλαύδιον Φήλικα Πάλλαντος ἀδελφὸν τῶν κατὰ τὴν Ἰουδαίαν προστησόμενον πραγμάτων. [138] τῆς δ᾽ ἀρχῆς δωδέκατον ἔτος ἤδη πεπληρωκὼς δωρεῖται τὸν Ἀγρίππαν τῇ Φιλίππου τετραρχίᾳ καὶ Βαταναίᾳ προσθεὶς αὐτῷ τὴν Τραχωνῖτιν σὺν Ἀβέλλᾳ: Λυσανία δ᾽ αὕτη γεγόνει τετραρχία: τὴν Χαλκίδα δ᾽ αὐτὸν ἀφαιρεῖται δυναστεύσαντα ταύτης ἔτη τέσσαρα. [139] λαβὼν δὲ τὴν δωρεὰν παρὰ τοῦ Καίσαρος Ἀγρίππας ἐκδίδωσι πρὸς γάμον Ἀζίζῳ τῷ Ἐμεσῶν βασιλεῖ περιτέμνεσθαι θελήσαντι Δρούσιλλαν τὴν ἀδελφήν: Ἐπιφανὴς γὰρ Ἀντιόχου τοῦ βασιλέως παῖς παρῃτήσατο τὸν γάμον μὴ βουληθεὶς τὰ Ἰουδαίων ἔθη μεταλαβεῖν καίπερ τοῦτο ποιήσειν προϋπεσχημένος αὐτῆς τῷ πατρί. [140] καὶ Μαριάμμην δ᾽ ἐξέδωκεν Ἀρχελάῳ τῷ Ἑλκίου παιδὶ πρότερον ὑπὸ Ἀγρίππα τοῦ πατρὸς ἁρμοσθεῖσαν αὐτῷ, καὶ γίνεται θυγάτηρ αὐτοῖς ὄνομα Βερενίκη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: