previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[118]

Γίνεται δὲ καὶ Σαμαρείταις πρὸς Ἰουδαίους ἔχθρα δι᾽ αἰτίαν τοιαύτην: ἔθος ἦν τοῖς Γαλιλαίοις ἐν ταῖς ἑορταῖς εἰς τὴν ἱερὰν πόλιν παραγινομένοις ὁδεύειν διὰ τῆς Σαμαρέων χώρας. καὶ τότε καθ᾽ ὁδὸν αὐτοῖς κώμης Γιναῆς λεγομένης τῆς ἐν μεθορίῳ κειμένης Σαμαρείας τε καὶ τοῦ μεγάλου πεδίου τινὲς συνάψαντες μάχην πολλοὺς αὐτῶν ἀναιροῦσιν. [119] πυθόμενοι δὲ τὰ πραχθέντα τῶν Γαλιλαίων οἱ πρῶτοι πρὸς Κουμανὸν ἀφίκοντο καὶ παρεκάλουν αὐτὸν μετιέναι τῶν ἀνῃρημένων τὸν φόνον. δὲ χρήμασι πεισθεὶς ὑπὸ τῶν Σαμαρέων ὠλιγώρησεν. [120] ἀγανακτήσαντες δὲ ἐπὶ τούτῳ Γαλιλαῖοι τὸ πλῆθος τῶν Ἰουδαίων ἔπειθον ἐφ᾽ ὅπλα χωρῆσαι καὶ τῆς ἐλευθερίας ἀντέχεσθαι: δουλείαν γὰρ καὶ καθ᾽ αὑτὴν μὲν πικρὰν ἔλεγον εἶναι, τὴν ἐφ᾽ ὕβρει δὲ παντάπασιν ἀφόρητον. [121] τῶν δ᾽ ἐν τέλει καταπραΰνειν αὐτοὺς πειρωμένων καὶ πείσειν τὸν Κουμανὸν ἐπαγγελλομένων δίκας εἰσπράξασθαι παρὰ τῶν ἀνῃρηκότων, ἐκείνοις μὲν οὐ προσέσχον, ἀναλαβόντες δὲ τὰ ὅπλα καὶ βοηθεῖν Ἐλεάζαρον τὸν τοῦ Δειναίου παρακαλέσαντες, λῃστὴς δ᾽ οὗτος ἦν ἔτη πολλὰ τὴν διατριβὴν ἐν ὄρει πεποιημένος, κώμας τινὰς τῶν Σαμαρέων ἐμπρήσαντες διαρπάζουσι. [122] Κουμανὸς δὲ τῆς πράξεως εἰς αὐτὸν ἀφικομένης ἀναλαβὼν τὴν τῶν Σεβαστηνῶν ἴλην καὶ πεζῶν τέσσαρα τάγματα τούς τε Σαμαρεῖς καθοπλίσας ἐξῆλθεν ἐπὶ τοὺς Ἰουδαίους, καὶ συμβαλὼν πολλοὺς μὲν αὐτῶν ἀπέκτεινεν πλείους δὲ ζῶντας ἔλαβεν. [123] οἱ δὲ πρῶτοι κατὰ τιμὴν καὶ γένος τῶν Ἱεροσολυμιτῶν, ὡς εἶδον εἰς οἷον κακῶν μέγεθος ἥκουσιν, μετενδυσάμενοι σάκκους καὶ σποδοῦ τὰς κεφαλὰς ἀναπλήσαντες παντοῖοι τοὺς ἀφεστῶτας παρακαλοῦντες ἦσαν καὶ πείθοντες πρὸ ὀφθαλμῶν θεμένους κατασκαφησομένην μὲν αὐτῶν τὴν πατρίδα, τὸ δὲ ἱερὸν πυρποληθησόμενον, αὐτῶν δὲ καὶ γυναικῶν σὺν τέκνοις ἀνδραποδισμοὺς ἐσομένους, μεταθέσθαι τὸν λογισμὸν καὶ τὰ ὅπλα ῥίψαντας ἠρεμεῖν εἰς τὸ λοιπὸν ἀποχωρήσαντας εἰς τὰ αὑτῶν. [124] ταῦτα δὲ εἰπόντες ἔπεισαν. καὶ οἱ μὲν διελύθησαν, οἱ λῃσταὶ δὲ ἐπὶ τοὺς ἐχυροὺς τόπους πάλιν ἀπῆλθον. ἐξ ἐκείνου τε σύμπασα Ἰουδαία λῃστηρίων ἐπληρώθη.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: