previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[81]

Ἀποτυχόντες δὲ οἱ τῶν Ἀδιαβηνῶν μεγιστᾶνες τῆς πρώτης ἐπιχειρήσεως παραδόντος αὐτοὺς τοῦ θεοῦ τῷ βασιλεῖ οὐδ᾽ ὣς ἠρέμουν, ἀλλὰ γράφουσιν πάλιν Οὐολογέσῃ, βασιλεὺς δὲ Πάρθων οὗτος ἦν, παρακαλοῦντες ἀποκτεῖναι μὲν τὸν Ἰζάτην, καταστῆσαι δ᾽ αὐτοῖς ἕτερον δυνάστην καὶ τῷ γένει Πάρθον: μισεῖν γὰρ ἔλεγον τὸν ἑαυτῶν βασιλέα καταλύσαντα μὲν τὰ πάτρια, ξένων δ᾽ ἐραστὴν ἐθῶν γενόμενον. [82] ταῦτα ἀκούσας Πάρθος ἐπήρθη πρὸς τὸν πόλεμον, καὶ προφάσεως δικαίας μηδεμίαν ἀφορμὴν ἔχων τὰς ὑπὸ τοῦ πατρὸς αὐτῷ δοθείσας τιμὰς ἔπεμψεν ἀπαιτῶν, ἀπειθήσαντι δὲ πόλεμον κατήγγελλεν. [83] ταράσσεται δὲ τὴν ψυχὴν οὐχὶ μετρίως Ἰζάτης, ὡς ἤκουσεν ταῦτα, κατάγνωσιν μὲν φέρειν αὐτῷ νομίσας τὸ τῶν δωρεῶν ἐξίστασθαι δοκεῖν διὰ φόβον τοῦτο πράξας. [84] εἰδὼς δέ, ὅτι καὶ ἀπολαβὼν Πάρθος τὰς τιμὰς οὐκ ἂν ἠρεμήσειεν, ἔκρινεν ἐπιτρέψαι τῷ κηδεμόνι θεῷ τὸν ὑπὲρ τῆς ψυχῆς κίνδυνον, [85] καὶ τοῦτον μέγιστον ἡγησάμενος ἔχειν σύμμαχον κατατίθεται μὲν τὰ τέκνα καὶ τὰς γυναῖκας εἰς τὰ τῶν φρουρίων ἀσφαλέστατα, τὸν σῖτον δὲ πάντα μὲν τὸν εἰς τὰς βάρεις * ἐμπίπρησιν τόν τε χόρτον καὶ τὰς νομάς, ταῦτά τε προευτρεπισάμενος ἐξεδέχετο τοὺς πολεμίους. [86] παραγενομένου δὲ τοῦ Πάρθου μετὰ πολλῆς δυνάμεως πεζῶν τε καὶ ἱππέων θᾶττον ἐλπίδος, ὥδευσε γὰρ συντόνως, βαλλομένου τε χάρακα πρὸς τῷ ποταμῷ τῷ τὴν Ἀδιαβηνὴν καὶ τὴν Μηδίαν ὁρίζοντι, τίθησι καὶ Ἰζάτης τὸ στρατόπεδον οὐκ ἄπωθεν ἔχων περὶ αὐτὸν ἱππεῖς τὸν ἀριθμὸν ἑξακισχιλίους. [87] ἀφικνεῖται δὲ πρὸς τὸν Ἰζάτην ἄγγελος παρὰ τοῦ Πάρθου πεμφθείς, ὃς τὴν Πάρθων δύναμιν ὅση τίς ἐστιν ἤγγελλεν ἀπὸ Εὐφράτου ποταμοῦ μέχρι Βάκτρων τοὺς ὅρους αὐτῆς τιθέμενος καὶ τοὺς ὑπηκόους αὐτῆς βασιλέας καταλέγων. [88] ἠπείλει δὲ δώσειν αὐτὸν δίκας ἀχάριστον περὶ δεσπότας τοὺς ἑαυτοῦ γενόμενον, καὶ ῥύεσθαι τῶν βασιλέως αὐτὸν χειρῶν οὐδὲ τὸν θεὸν ὃν σέβει δυνήσεσθαι. [89] ταῦτα τοῦ ἀγγέλου φράσαντος Ἰζάτης εἰδέναι μὲν τὴν Πάρθων δύναμιν ἔφη πολὺ τῆς αὐτοῦ διαφέρουσαν, γινώσκειν δ᾽ οὖν ἔτι μᾶλλον πάντων ἀνθρώπων ἔλεγεν κρείσσω τὸν θεόν. καὶ τοιαύτην δοὺς τὴν ἀπόκρισιν ἐπὶ τὴν ἱκετείαν ἐτρέπετο τοῦ θεοῦ, χαμαί τε ῥίψας αὑτὸν καὶ σποδῷ τὴν κεφαλὴν καταισχύνας μετὰ γυναικὸς καὶ τέκνων ἐνήστευεν ἀνακαλῶν τὸν θεὸν καὶ λέγων, [90]εἰ μὴ μάτην, δέσποτα κύριε, τῆς σῆς ἐγενόμην χρηστότητος, τῶν πάντων δὲ δικαίως μόνον καὶ πρῶτον ἥγημαι κύριον, ἐλθὲ σύμμαχος οὐχ ὑπὲρ ἐμοῦ μόνον ἀμυνούμενος τοὺς πολεμίους, ἀλλ᾽ ὅτι καὶ τῆς σῆς δυνάμεως κατατετολμήκασιν.’ [91] μὲν ταῦτ᾽ ἐποτνιᾶτο δακρύων καὶ ὀδυρόμενος, ἐπήκοος δὲ θεὸς ἐγίνετο, καὶ κατ᾽ ἐκείνην εὐθὺς τὴν νύκτα δεξάμενος Οὐολογέσης ἐπιστολάς, ἐν αἷς ἐγέγραπτο Δαῶν καὶ Σακῶν χεῖρα μεγάλην καταφρονήσασαν αὐτοῦ τῆς ἀποδημίας ἐπιστρατευσαμένην διαρπάζειν τὴν Παρθυηνῶν, ἄπρακτος ἀνέζευξεν εἰς τοὐπίσω. καὶ Ἰζάτης οὕτω κατὰ θεοῦ πρόνοιαν τὰς ἀπειλὰς τοῦ Πάρθου διαφεύγει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: