previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[54]

δὲ τῶν Πάρθων βασιλεὺς Ἀρταβάνης αἰσθόμενος τοὺς σατράπας ἐπιβουλὴν ἐπ᾽ αὐτὸν συντεθεικότας, μένειν παρ᾽ αὐτοῖς ἀσφαλὲς οὐχ ὁρῶν ἔγνω πρὸς Ἰζάτην ἀπαίρειν, πόρον παρ᾽ αὐτοῦ βουλόμενος σωτηρίας εὑρέσθαι καὶ κάθοδον εἰς τὴν ἀρχήν, εἰ δυνηθείη. [55] καὶ δὴ ἀφικνεῖται συγγενῶν τε καὶ οἰκετῶν περὶ χιλίους τὸν ἀριθμὸν ἐπαγόμενος συντυγχάνει τε τῷ Ἰζάτῃ καθ᾽ ὁδόν. [56] αὐτός τε σαφῶς ἐκεῖνον ἐπιστάμενος, ὑπ᾽ Ἰζάτου δὲ οὐ γινωσκόμενος, πλησίον καταστὰς πρῶτον μὲν κατὰ τὸ πάτριον προσεκύνησεν αὐτόν, εἶταβασιλεῦ’, φησίν, ‘μὴ περιίδῃς με τὸν σὸν ἱκέτην μηδ᾽ ὑπερηφανήσῃς δεομένου: ταπεινὸς γὰρ ἐκ μεταβολῆς γενόμενος καὶ ἐκ βασιλέως ἰδιώτης τῆς σῆς ἐπικουρίας χρῄζω. [57] βλέψον οὖν εἰς τὸ τῆς τύχης ἄστατον καὶ κοινὴν εἶναι νόμισον καὶ ὑπὲρ σαυτοῦ πρόνοιαν: ἐμοῦ γὰρ ἀνεκδικήτου περιοφθέντος ἔσονται θρασύτεροι πολλοὶ καὶ κατὰ τῶν ἄλλων βασιλέων.’ [58] μὲν ταῦτ᾽ ἔλεγεν δακρύων καὶ τῇ κεφαλῇ κάτω νεύων, δὲ Ἰζάτης ὡς ἤκουσε τοὔνομα καὶ εἶδεν ἱκέτην αὐτῷ παρεστῶτα τὸν Ἀρταβάνην, κατεπήδησεν ἀπὸ τοῦ ἵππου καίθάρσησον, [59] εἶπεν, βασιλεῦ, μηδέ σε συγχείτω τὸ παρὸν ὡς ἀνήκεστον: ταχεῖα γὰρ ἔσται τῆς λύπης μεταβολή. φίλον δέ με καὶ σύμμαχον εὑρήσεις κρείττω τῆς ἐλπίδος: γὰρ εἰς τὴν Πάρθων σε καταστήσω βασιλείαν πάλιν τῆς ἐμῆς ἐκστήσομαι.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: