previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[38]

Πυθόμενος δὲ πάνυ τοῖς Ἰουδαίων ἔθεσιν χαίρειν τὴν μητέρα τὴν ἑαυτοῦ ἔσπευσε καὶ αὐτὸς εἰς ἐκεῖνα μεταθέσθαι, νομίζων τε μὴ ἂν εἶναι βεβαίως Ἰουδαῖος, εἰ μὴ περιτέμνοιτο, πράττειν ἦν ἕτοιμος. [39] μαθοῦσα δ᾽ μήτηρ κωλύειν ἐπειρᾶτο ἐπιφέρειν αὐτῷ κίνδυνον λέγουσα: βασιλέα γὰρ εἶναι, καὶ καταστήσειν εἰς πολλὴν δυσμένειαν τοὺς ὑπηκόους μαθόντας, ὅτι ξένων ἐπιθυμήσειεν καὶ ἀλλοτρίων αὐτοῖς ἐθῶν, οὐκ ἀνέξεσθαί τε βασιλεύοντος αὐτῶν Ἰουδαίου. [40] καὶ μὲν ταῦτ᾽ ἔλεγεν καὶ παντοίως ἐκώλυεν. δ᾽ εἰς τὸν Ἀνανίαν τοὺς λόγους ἀνέφερεν. τοῦ δὲ τῇ μητρὶ συμφάσκοντος καὶ συναπειλήσαντος ὡς εἰ μὴ πείθοι καταλιπὼν ἄπεισιν: [41] δεδοικέναι γὰρ ἔλεγεν, μὴ τοῦ πράγματος ἐκδήλου πᾶσιν γενομένου κινδυνεύσειε τιμωρίαν ὑποσχεῖν ὡς αὐτὸς αἴτιος τούτων καὶ διδάσκαλος τῷ βασιλεῖ ἀπρεπῶν ἔργων γενόμενος, δυνάμενον δ᾽ αὐτὸν ἔφη καὶ χωρὶς τῆς περιτομῆς τὸ θεῖον σέβειν, εἴγε πάντως κέκρικε ζηλοῦν τὰ πάτρια τῶν Ἰουδαίων: τοῦτ᾽ εἶναι κυριώτερον τοῦ περιτέμνεσθαι: [42] συγγνώμην δ᾽ ἕξειν αὐτῷ καὶ τὸν θεὸν φήσαντος μὴ πράξαντι τὸ ἔργον δι᾽ ἀνάγκην καὶ τὸν ἐκ τῶν ὑπηκόων φόβον, ἐπείσθη μὲν τότε τοῖς λόγοις βασιλεύς. [43] μετὰ ταῦτα δέ, τὴν γὰρ ἐπιθυμίαν οὐκ ἐξεβεβλήκει παντάπασιν, Ἰουδαῖός τις ἕτερος ἐκ τῆς Γαλιλαίας ἀφικόμενος Ἐλεάζαρος ὄνομα πάνυ περὶ τὰ πάτρια δοκῶν ἀκριβὴς εἶναι προετρέψατο πρᾶξαι τοὖργον. [44] ἐπεὶ γὰρ εἰσῆλθεν ἀσπασόμενος αὐτὸν καὶ κατέλαβε τὸν Μωυσέος νόμον ἀναγινώσκοντα, ‘λανθάνεις, εἶπεν, βασιλεῦ, τὰ μέγιστα τοὺς νόμους καὶ δι᾽ αὐτῶν τὸν θεὸν ἀδικῶν: οὐ γὰρ ἀναγινώσκειν σε δεῖ μόνον αὐτούς, ἀλλὰ καὶ πρότερον τὰ προστασσόμενα ποιεῖν ὑπ᾽ αὐτῶν. [45] μέχρι τίνος ἀπερίτμητος μενεῖς; ἀλλ᾽ εἰ μήπω τὸν περὶ τούτου νόμον ἀνέγνως, ἵν᾽ εἰδῇς τίς ἐστιν ἀσέβεια, νῦν ἀνάγνωθι.’ [46] ταῦτα ἀκούσας βασιλεὺς οὐχ ὑπερεβάλετο τὴν πρᾶξιν, μεταστὰς δ᾽ εἰς ἕτερον οἴκημα καὶ τὸν ἰατρὸν εἰσκαλεσάμενος τὸ προσταχθὲν ἐτέλει καὶ μεταπεμψάμενος τήν τε μητέρα καὶ τὸν διδάσκαλον Ἀνανίαν ἐσήμαινεν αὐτὸν πεπραχέναι τοὖργον. [47] τοὺς δ᾽ ἔκπληξις εὐθὺς ἔλαβεν καὶ φόβος οὔτι μέτριος, μὴ τῆς πράξεως εἰς ἔλεγχον ἐλθούσης κινδυνεύσειεν μὲν βασιλεὺς τὴν ἀρχὴν ἀποβαλεῖν οὐκ ἀνασχομένων τῶν ὑπηκόων ἄρχειν αὐτῶν ἄνδρα τῶν παρ᾽ ἑτέροις ζηλωτὴν ἐθῶν, κινδυνεύσειαν δὲ καὶ αὐτοὶ τῆς αἰτίας ἐπ᾽ αὐτοῖς ἐνεχθείσης. [48] θεὸς δ᾽ ἦν κωλύσων ἄρα τοὺς ἐκείνων φόβους ἐλθεῖν ἐπὶ τέλος: πολλοῖς γὰρ αὐτόν τε τὸν Ἰζάτην περιπεσόντα κινδύνοις καὶ παῖδας τοὺς ἐκείνου διέσωσεν ἐξ ἀμηχάνων πόρον εἰς σωτηρίαν παρασχών, ἐπιδεικνὺς ὅτι τοῖς εἰς αὐτὸν ἀποβλέπουσιν καὶ μόνῳ πεπιστευκόσιν καρπὸς οὐκ ἀπόλλυται τῆς εὐσεβείας. ἀλλὰ ταῦτα μὲν ὕστερον ἀπαγγελοῦμεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: