previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[17]

Κατὰ τοῦτον δὲ τὸν καιρὸν τῶν Ἀδιαβηνῶν βασιλὶς Ἑλένη καὶ παῖς αὐτῆς Ἰζάτης εἰς τὰ Ἰουδαίων ἔθη τὸν βίον μετέβαλον διὰ τοιαύτην αἰτίαν: [18] Μονόβαζος τῶν Ἀδιαβηνῶν βασιλεύς, καὶ Βαζαῖος ἐπίκλησις ἦν, τῆς ἀδελφῆς Ἑλένης ἁλοὺς ἔρωτι τῇ πρὸς γάμου κοινωνίᾳ ἄγεται καὶ κατέστησεν ἐγκύμονα. συγκαθεύδων δέ ποτε τῇ γαστρὶ τῆς γυναικὸς τὴν χεῖρα προσαναπαύσας ἡνίκα καθύπνωσεν, φωνῆς τινος ἔδοξεν ὑπακούειν κελευούσης αἴρειν ἀπὸ τῆς νηδύος τὴν χεῖρα καὶ μὴ θλίβειν τὸ ἐν αὐτῇ βρέφος θεοῦ προνοίᾳ καὶ ἀρχῆς τυχὸν καὶ τέλους εὐτυχοῦς τευξόμενον. [19] ταραχθεὶς οὖν ὑπὸ τῆς φωνῆς εὐθὺς διεγερθεὶς ἔφραζε τῇ γυναικὶ ταῦτα, καί γε τὸν υἱὸν Ἰζάτην ἐπεκάλεσεν. [20] ἦν δὲ αὐτῷ Μονόβαζος τούτου πρεσβύτερος ἐκ τῆς Ἑλένης γενόμενος ἄλλοι τε παῖδες ἐξ ἑτέρων γυναικῶν. τὴν μέντοι πᾶσαν εὔνοιαν ὡς εἰς μονογενῆ τὸν Ἰζάτην ἔχων φανερὸς ἦν. [21] φθόνος δὲ τοὐντεῦθεν τῷ παιδὶ παρὰ τῶν ὁμοπατρίων ἀδελφῶν ἐφύετο κἀκ τούτου μῖσος ηὔξετο λυπουμένων ἁπάντων, ὅτι τὸν Ἰζάτην αὐτῶν πατὴρ προτιμῴη. [22] ταῦτα δὲ καίπερ σαφῶς αἰσθανόμενος πατὴρ ἐκείνοις μὲν συνεγίνωσκεν ὡς μὴ διὰ κακίαν αὐτὸ πάσχουσιν ἀλλ᾽ ἤτοι παρὰ τοῦ πατρὸς αὐτῶν ἕκαστον ἀξιῶν εὐνοίας τυγχάνειν, τὸν δὲ νεανίαν, σφόδρα γὰρ ἐδεδοίκει περὶ αὐτοῦ, μὴ μισούμενος ὑπὸ τῶν ἀδελφῶν πάθοι τι, πολλὰ δωρησάμενος πρὸς Ἀβεννήριγον ἐκπέμπει τὸν Σπασίνου χάρακος βασιλέα, παρακατατιθέμενος ἐκείνῳ τὴν τοῦ παιδὸς σωτηρίαν. [23] δὲ Ἀβεννήριγος ἄσμενός τε δέχεται τὸν νεανίαν καὶ διὰ πολλῆς εὐνοίας ἄγων γυναῖκα μὲν αὐτῷ τὴν θυγατέρα, Σαμαχὼς δ᾽ ἦν ὄνομα ταύτῃ, δίδωσι: δωρεῖται δὲ χώραν, ἐξ ἧς μεγάλας λήψοιτο προσόδους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: