previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[259]

Παύσεται δ᾽ ἐνταῦθά μοι τὰ τῆς ἀρχαιολογίας μεθ᾽ ἣν καὶ τὸν πόλεμον ἠρξάμην γράφειν. περιέχει δ᾽ αὕτη τὴν ἀπὸ πρώτης γενέσεως ἀνθρώπου παράδοσιν μέχρι ἔτους δωδεκάτου τῆς Νέρωνος ἡγεμονίας τῶν ἡμῖν συμβεβηκότων τοῖς Ἰουδαίοις κατά τε τὴν Αἴγυπτον καὶ Συρίαν καὶ Παλαιστίνην, [260] ὅσα τε πεπόνθαμεν ὑπὸ Ἀσσυρίων τε καὶ Βαβυλωνίων, τίνα τε Πέρσαι καὶ Μακεδόνες διατεθείκασιν ἡμᾶς, καὶ μετ᾽ ἐκείνους Ῥωμαῖοι: πάντα γὰρ οἶμαι μετ᾽ ἀκριβείας συντεταχέναι. [261] τηρῆσαι δὲ πεπείραμαι καὶ τὴν τῶν ἀρχιερέων ἀναγραφὴν τῶν ἐν δισχιλίοις ἔτεσι γενομένων. ἀπλανῆ δὲ πεποίημαι καὶ τὴν περὶ τοὺς βασιλεῖς διαδοχὴν τὰς πράξεις αὐτῶν καὶ τὰς πολιτείας ἀπαγγέλλων μοναρχῶν τε δυναστείας, ὡς αἱ ἱεραὶ βίβλοι περὶ πάντων ἔχουσι τὴν ἀναγραφήν: τοῦτο γὰρ ποιήσειν ἐν ἀρχῇ τῆς ἱστορίας ἐπηγγειλάμην. [262] λέγω δὴ θαρσήσας ἤδη διὰ τὴν τῶν προτεθέντων συντέλειαν, ὅτι μηδεὶς ἂν ἕτερος ἠδυνήθη θελήσας μήτε Ἰουδαῖος μήτε ἀλλόφυλος τὴν πραγματείαν ταύτην οὕτως ἀκριβῶς εἰς Ἕλληνας ἐξενεγκεῖν: [263] ἔχω γὰρ ὁμολογούμενον παρὰ τῶν ὁμοεθνῶν πλεῖστον αὐτῶν κατὰ τὴν ἐπιχώριον παιδείαν διαφέρειν καὶ τῶν Ἑλληνικῶν δὲ γραμμάτων ἐσπούδασα μετασχεῖν τὴν γραμματικὴν ἐμπειρίαν ἀναλαβών, τὴν δὲ περὶ τὴν προφορὰν ἀκρίβειαν πάτριος ἐκώλυσεν συνήθεια. [264] παρ᾽ ἡμῖν γὰρ οὐκ ἐκείνους ἀποδέχονται τοὺς πολλῶν ἐθνῶν διάλεκτον ἐκμαθόντας διὰ τὸ κοινὸν εἶναι νομίζειν τὸ ἐπιτήδευμα τοῦτο μόνον οὐκ ἐλευθέροις τοῖς τυχοῦσιν ἀλλὰ καὶ τῶν οἰκετῶν τοῖς θέλουσι, μόνοις δὲ σοφίαν μαρτυροῦσιν τοῖς τὰ νόμιμα σαφῶς ἐπισταμένοις καὶ τὴν τῶν ἱερῶν γραμμάτων δύναμιν ἑρμηνεῦσαι δυναμένοις. [265] διὰ τοῦτο πολλῶν πονησάντων περὶ τὴν ἄσκησιν ταύτην μόλις δύο τινὲς τρεῖς κατώρθωσαν καὶ τῶν πόνων τὴν ἐπικαρπίαν εὐθὺς ἔλαβον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: