previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[242]

Βασιλεύσας δὲ Ἀλέξανδρος καὶ ἱερατεύσας ἔτη εἰκοσιεπτὰ καταστρέφει τὸν βίον Ἀλεξάνδρᾳ τῇ γυναικὶ καταστῆσαι τὸν ἀρχιερατευσόμενον ἐπιτρέψας. δὲ τὴν μὲν ἀρχιερωσύνην Ὑρκανῷ δίδωσιν, αὐτὴ δὲ τὴν βασιλείαν ἔτη ἐννέα κατασχοῦσα τελευτᾷ τὸν βίον: τὸν ἴσον δὲ χρόνον τὴν ἀρχιερωσύνην παῖς αὐτῆς Ὑρκανὸς ἔσχεν: [243] μετὰ γὰρ τὸν θάνατον αὐτῆς πολεμήσας πρὸς αὐτὸν ἀδελφὸς Ἀριστόβουλος καὶ νικήσας ἀφαιρεῖται μὲν ἐκεῖνον τὴν ἀρχήν, αὐτὸς δ᾽ ἐβασίλευέ τε καὶ ἀρχιεράτευεν τοῦ ἔθνους. [244] ἔτει δὲ τρίτῳ τῆς βασιλείας καὶ πρὸς μησὶν τοῖς ἴσοις Πομπήιος ἐλθὼν καὶ τὴν τῶν Ἱεροσολυμιτῶν πόλιν κατὰ κράτος ἑλὼν αὐτὸν μὲν εἰς Ῥώμην μετὰ τῶν τέκνων δήσας ἔπεμψεν, τῷ δ᾽ Ὑρκανῷ πάλιν τὴν ἀρχιερωσύνην ἀποδοὺς τὴν μὲν τοῦ ἔθνους προστασίαν ἐπέτρεψεν, διάδημα δὲ φορεῖν ἐκώλυσεν. [245] ἦρξεν δὲ πρὸς τοῖς ἐννέα τοῖς πρώτοις Ὑρκανὸς τέσσαρα καὶ εἴκοσιν. Βαζαφράνης δὲ καὶ Πάκορος οἱ τῆς Παρθυηνῆς δυνάσται διαβάντες τὸν Εὐφράτην καὶ πολεμήσαντες Ὑρκανῷ αὐτὸν μὲν ζωγρίᾳ συνέλαβον, τὸν Ἀριστοβούλου δὲ υἱὸν Ἀντίγονον κατέστησαν βασιλέα. [246] τρία δ᾽ ἔτη καὶ τρεῖς μῆνας ἄρξαντα τοῦτον Σόσσιός τε καὶ Ἡρώδης ἐξεπολιόρκησαν, Ἀντώνιος δ᾽ ἀνεῖλεν εἰς τὴν Ἀντιόχειαν ἀναχθέντα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: