previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[235]

Πρῶτος δ᾽ Ἀντίοχος προειρημένος καὶ στρατηγὸς αὐτοῦ Λυσίας τὸν Ὀνίαν, Μενέλαος ἐπίκλην, παύουσι τῆς ἀρχιερωσύνης ἀνελόντες αὐτὸν ἐν Βεροίᾳ καὶ καθιστᾶσιν Ἰάκιμον ἀρχιερέα, γένους μὲν τοῦ Ἀαρῶνος, οὐκ ὄντα δὲ τῆς οἰκίας ταύτης. [236] διὰ τοῦτο καὶ Ὀνίας τοῦ τετελευτηκότος Ὀνίου ἐξάδελφος ὁμώνυμος τῷ πατρὶ παραγενόμενος εἰς Αἴγυπτον καὶ διὰ φιλίας ἀφικόμενος Πτολεμαίῳ τῷ Φιλομήτορι καὶ Κλεοπάτρᾳ τῇ γυναικὶ αὐτοῦ, πείθει τούτους κατὰ τὸν Ἡλιοπολίτην νομὸν δειμαμένους τῷ θεῷ ναὸν παραπλήσιον τῷ ἐν Ἱεροσολύμοις αὐτὸν ἀρχιερέα καταστῆσαι. [237] ἀλλὰ περὶ μὲν τοῦ ἱεροῦ τοῦ κατασκευασθέντος ἐν Αἰγύπτῳ πολλάκις ἐδηλώσαμεν. δὲ Ἰάκιμος ἔτη τρία τὴν ἀρχιερωσύνην κατασχὼν ἐτελεύτησεν. διεδέξατο δ᾽ αὐτὸν οὐδείς, ἀλλὰ διετέλεσεν πόλις ἐνιαυτοὺς ἑπτὰ χωρὶς ἀρχιερέως οὖσα. [238] πάλιν δὲ οἱ τῶν Ἀσαμωναίου παίδων ἔγγονοι τὴν προστασίαν τοῦ ἔθνους πιστευθέντες καὶ πολεμήσαντες Μακεδόσιν Ἰωνάθην ἀρχιερέα καθιστᾶσιν, ὃς ἦρξεν ἐνιαυτοὺς ἑπτά. [239] τελευτήσαντος δὲ ἐξ ἐπιβουλῆς αὐτοῦ καὶ ἐνέδρας τῆς ὑπὸ Τρύφωνος μηχανηθείσης, ὡς ἀνωτέρω που προειρήκαμεν, λαμβάνει τὴν ἀρχιερωσύνην Σίμων ἀδελφὸς αὐτοῦ. [240] καὶ τοῦτον δὲ δόλῳ παρὰ συμπόσιον ὑπὸ τοῦ γαμβροῦ διαφθαρέντα διεδέξατο παῖς Ὑρκανὸς ὄνομα ὃν κατασχόντα τὴν ἱερωσύνην πλείονα τἀδελφοῦ χρόνον ἐνιαυτῷ, τριακονταὲν ἔτη τῆς τιμῆς Ὑρκανὸς ἀπολαύσας τελευτᾷ γηραιὸς Ἰούδᾳ τῷ καὶ Ἀριστοβούλῳ κληθέντι τὴν διαδοχὴν καταλιπών. [241] κληρονομεῖ δὲ καὶ τοῦτον ἀδελφὸς Ἀλέξανδρος, ὑπὸ νόσου μὲν τελευτήσαντα, τὴν ἱερωσύνην δὲ κατασχόντα μετὰ βασιλείας, καὶ γὰρ διάδημα πρῶτος περιέθετο Ἰούδας, ἐνιαυτὸν ἕνα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: