previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[224]

Θέρμουθις ἦν θυγάτηρ τοῦ βασιλέως. αὕτη παίζουσα παρὰ τὰς ᾐόνας τοῦ ποταμοῦ καὶ φερόμενον ὑπὸ τοῦ ῥεύματος θεασαμένη τὸ πλέγμα κολυμβητὰς ἐπιπέμπει κελεύσασα τὴν κοιτίδα πρὸς αὐτὴν ἐκκομίσαι. παραγενομένων δὲ τῶν ἐπὶ τούτῳ σταλέντων μετὰ τῆς κοιτίδος ἰδοῦσα τὸ παιδίον ὑπερηγάπησε μεγέθους τε ἕνεκα καὶ κάλλους: [225] τοσαύτῃ γὰρ θεὸς περὶ Μωυσῆν ἐχρήσατο σπουδῇ, ὡς ὑπ᾽ αὐτῶν τῶν ψηφισαμένων διὰ τὴν αὐτοῦ γένεσιν καὶ τῶν ἄλλων τῶν ἐκ τοῦ Ἑβραίων γένους ἀπώλειαν ποιῆσαι τροφῆς καὶ ἐπιμελείας ἀξιωθῆναι. κελεύει τε γύναιον Θέρμουθις ἀχθῆναι παρέξον θηλὴν τῷ παιδίῳ. [226] μὴ προσεμένου δὲ αὐτοῦ τὴν θηλὴν ἀλλ᾽ ἀποστραφέντος καὶ τοῦτ᾽ ἐπὶ πολλῶν ποιήσαντος γυναικῶν Μαριάμη παρατυγχάνουσα τοῖς γινομένοις οὐχ ὥστε ἐκ παρασκευῆς δοκεῖν ἀλλὰ κατὰ θεωρίαν, ‘μάτην, εἶπεν, βασίλισσα, ταύτας ἐπὶ τροφῇ τοῦ παιδὸς μετακαλῇ τὰς γυναῖκας, αἳ μηδὲν πρὸς αὐτὸ συγγενὲς ἔχουσιν. εἰ μέντοι τινὰ τῶν Ἑβραΐδων γυναικῶν ἀχθῆναι ποιήσειας, τάχα ἂν προσοῖτο θηλὴν ὁμοφύλου.’ [227] δόξασαν δὲ λέγειν εὖ κελεύει τοῦτ᾽ αὐτὴν ἐκπορίσαι καὶ τῶν γαλουχουσῶν τινα μεταθεῖν. δὲ τοιαύτης ἐξουσίας λαβομένη παρῆν ἄγουσα τὴν μητέρα μηδενὶ γινωσκομένην. καὶ τὸ παιδίον ἀσμενίσαν πως προσφύεται τῇ θηλῇ, καὶ δεηθείσης γε τῆς βασιλίδος πιστεύεται τὴν τροφὴν τοῦ παιδίου πρὸς τὸ πᾶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: