previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[217]

Ταῦτα τῆς ὄψεως αὐτῷ δηλωσάσης περιεγερθεὶς Ἀμαράμης ἐδήλου τῇ Ἰωχαβέλῃ, γυνὴ δ᾽ ἦν αὐτοῦ, καὶ τὸ δέος ἔτι μεῖζον διὰ τὴν τοῦ ὀνείρου πρόρρησιν αὐτοῖς συνίστατο: οὐ γὰρ ὡς περὶ παιδὸς μόνον εὐλαβεῖς ἦσαν, ἀλλὰ καὶ ὡς ἐπὶ μεγέθει τοσαύτης εὐδαιμονίας ἐσομένου. [218] τοῖς μέντοι προκατηγγελμένοις ὑπὸ τοῦ θεοῦ πίστιν τοκετὸς τῆς γυναικὸς παρεῖχε λαθούσης τοὺς φύλακας διὰ τὴν τῶν ὠδίνων ἐπιείκειαν καὶ τῷ μὴ βιαίας αὐτῇ προσπεσεῖν τὰς ἀλγηδόνας. καὶ τρεῖς μὲν μῆνας παρ᾽ αὐτοῖς τρέφουσι λανθάνοντες: [219] ἔπειτα δὲ δείσας Ἀμαράμης, μὴ κατάφωρος γένηται καὶ πεσὼν ὑπὸ τὴν τοῦ βασιλέως ὀργὴν αὐτός τε ἀπόληται μετὰ τοῦ παιδίου καὶ τοῦ θεοῦ τὴν ἐπαγγελίαν ἀφανίσειεν, ἔγνω μᾶλλον ἐπὶ τούτῳ ποιήσασθαι τὴν τοῦ παιδὸς σωτηρίαν καὶ πρόνοιαν τῷ λήσεσθαι πεπιστευκώς, τοῦτο δ᾽ ἦν ἄδηλον, ἐναποκινδυνεύειν οὐ τῷ παιδὶ μόνον κρυφαίως τρεφομένῳ ἀλλὰ καὶ αὐτῷ: [220] τὸν δὲ θεὸν ἡγεῖτο πᾶσαν ἐκποριεῖν ἀσφάλειαν ὑπὲρ τοῦ μηδὲν ψευδὲς γενέσθαι τῶν εἰρημένων. ταῦτα κρίναντες μηχανῶνται πλέγμα βίβλινον ἐμφερὲς τῇ κατασκευῇ κοιτίδι μεγέθους αὐτὸ ποιήσαντες αὐτάρκους εἰς τὸ μετ᾽ εὐρυχωρίας ἐναποκεῖσθαι τὸ βρέφος, ἔπειτα χρίσαντες ἀσφάλτῳ, [221] τῷ γὰρ ὕδατι τὴν διὰ τῶν πλεγμάτων ἀποφράττειν εἴσοδον ἄσφαλτος πέφυκεν, ἐντιθέασι τὸ παιδίον καὶ κατὰ τοῦ ποταμοῦ βαλόντες εἴασαν ἐπὶ τῷ θεῷ τὴν σωτηρίαν αὐτοῦ. καὶ τὸ μὲν ποταμὸς παραλαβὼν ἔφερε, Μαριάμη δὲ τοῦ παιδὸς ἀδελφὴ κελευσθεῖσα ὑπὸ τῆς μητρὸς ἀντιπαρεξῄει φερόμενον ὅποι χωρήσει ὀψομένη τὸ πλέγμα. [222] ἔνθα καὶ ἔδειξεν θεὸς μηδὲν μὲν τὴν ἀνθρωπίνην σύνεσιν, πᾶν δ᾽ τι καὶ βουληθείη πράττειν αὐτὸ τέλους ἀγαθοῦ τυγχάνον, καὶ διαμαρτάνοντας μὲν τοὺς ὑπὲρ οἰκείας ἀσφαλείας ἄλλων κατακρίνοντας ὄλεθρον καὶ πολλῇ περὶ τούτου χρησαμένους σπουδῇ, [223] σωζομένους δ᾽ ἐκ παραδόξου καὶ σχεδὸν ἐκ μέσου τῶν κακῶν εὑρισκομένους τὴν εὐπραγίαν τοὺς κινδυνεύοντας τῇ τοῦ θεοῦ γνώμῃ. τοιοῦτον δέ τι καὶ περὶ τὸν παῖδα τοῦτον γενόμενον ἐμφανίζει τὴν ἰσχὺν τοῦ θεοῦ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: