previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[210]

Ἀμαράμης τῶν εὖ γεγονότων παρὰ τοῖς Ἑβραίοις, ὡς δεδιὼς ὑπὲρ τοῦ παντὸς ἔθνους, μὴ σπάνει τῆς ἐπιτραφησομένης νεότητος ἐπιλείπῃ, καὶ χαλεπῶς ἐπ᾽ αὐτῷ φέρων, ἐκύει γὰρ αὐτῷ τὸ γύναιον, ἐν ἀμηχάνοις ἦν, [211] πρὸς ἱκετείαν τοῦ θεοῦ τρέπεται παρακαλῶν οἶκτον ἤδη τινὰ λαβεῖν αὐτὸν ἀνθρώπων μηδὲν τῆς εἰς αὐτὸν θρησκείας παραβεβηκότων δοῦναί τ᾽ ἀπαλλαγὴν αὐτοῖς ὧν παρ᾽ ἐκεῖνον ἐκακοπάθουν τὸν καιρὸν καὶ τῆς ἐπ᾽ ἀπωλείᾳ τοῦ γένους αὐτῶν ἐλπίδος. [212] δὲ θεὸς ἐλεήσας αὐτὸν καὶ πρὸς τὴν ἱκεσίαν ἐπικλασθεὶς ἐφίσταται κατὰ τοὺς ὕπνους αὐτῷ καὶ μήτε ἀπογινώσκειν αὐτὸν περὶ τῶν μελλόντων παρεκάλει τήν τε εὐσέβειαν αὐτῶν ἔλεγε διὰ μνήμης ἔχειν καὶ τὴν ὑπὲρ αὐτῆς ἀμοιβὴν ἀεὶ παρέξειν, ἤδη μὲν καὶ τοῖς προγόνοις αὐτῶν δωρησάμενος τὸ γενέσθαι τοσοῦτον πλῆθος αὐτοὺς ἐξ ὀλίγων. [213] καὶ Ἅβραμον μὲν μόνον ἐκ τῆς Μεσοποταμίας εἰς τὴν Χαναναίαν παραγενόμενον εὐδαιμονῆσαι τά τε ἄλλα καὶ τῆς γυναικὸς αὐτῷ πρὸς γονὴν ἀκάρπως ἐχούσης πρότερον ἔπειτα κατὰ τὴν αὐτοῦ βούλησιν ἀγαθῆς πρὸς τοῦτο γενομένης τεκνῶσαι παῖδας καὶ καταλιπεῖν μὲν Ἰσμαήλῳ καὶ τοῖς ἐξ αὐτοῦ τὴν Ἀράβων χώραν, τοῖς δ᾽ ἐκ Κατούρας τὴν Τρωγλοδῦτιν, Ἰσάκῳ δὲ τὴν Χαναναίαν. [214]ὅσα τε πολεμῶν κατὰ τὴν ἐμήν, φησί, συμμαχίαν ἠνδραγάθησε κἂν ἀσεβεῖς εἶναι δόξητε καὶ μὴ διὰ μνήμης ἔχοντες. Ἰάκωβον δὲ καὶ τοῖς οὐχ ὁμοφύλοις γνώριμον εἶναι συμβέβηκεν ἐπί τε μεγέθει τῆς εὐδαιμονίας μεθ᾽ ἧς ἐβίωσε καὶ παισὶ τοῖς αὐτοῦ κατέλιπεν, οὗ μετὰ ἑβδομήκοντα τῶν πάντων εἰς Αἴγυπτον ἀφικομένου ὑπὲρ ἑξήκοντά που μυριάδας ἤδη γεγόνατε. [215] νῦν δ᾽ ἐμὲ τοῦ κοινῇ συμφέροντος ὑμῶν ἴστε προνοούμενον καὶ τῆς σῆς εὐκλείας: παῖς γὰρ οὗτος, οὗ τὴν γένεσιν Αἰγύπτιοι δεδιότες κατέκριναν ἀπολλύναι τὰ ἐξ Ἰσραηλιτῶν τικτόμενα, σὸς ἔσται καὶ λήσεται μὲν τοὺς ἐπ᾽ ὀλέθρῳ παραφυλάσσοντας, [216] τραφεὶς δὲ παραδόξως τὸ μὲν Ἑβραίων γένος τῆς παρ᾽ Αἰγυπτίοις ἀνάγκης ἀπολύσει, μνήμης δὲ ἐφ᾽ ὅσον μενεῖ χρόνον τὰ σύμπαντα τεύξεται παρ᾽ ἀνθρώποις οὐχ Ἑβραίοις μόνον ἀλλὰ καὶ παρὰ τοῖς ἀλλοφύλοις, ἐμοῦ τοῦτο χαριζομένου σοί τε καὶ τοῖς ἐκ σοῦ γενησομένοις. ἔσται δ᾽ αὐτῷ καὶ ἀδελφὸς τοιοῦτος, ὥστε τὴν ἐμὴν ἕξειν ἱερωσύνην αὐτόν τε καὶ τοὺς ἐγγόνους αὐτοῦ διὰ παντὸς τοῦ χρόνου.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: