previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[201]

Αἰγυπτίοις τρυφεροῖς καὶ ῥᾳθύμοις πρὸς πόνους οὖσι καὶ τῶν τε ἄλλων ἡδονῶν ἥττοσι καὶ δὴ καὶ τῆς κατὰ φιλοκέρδειαν συνέβη δεινῶς πρὸς τοὺς Ἑβραίους διατεθῆναι κατὰ φθόνον τῆς εὐδαιμονίας. [202] ὁρῶντες γὰρ τὸ τῶν Ἰσραηλιτῶν γένος ἀκμάζον καὶ δι᾽ ἀρετὴν καὶ τὴν πρὸς τὸ πονεῖν εὐφυΐαν πλήθει χρημάτων ἤδη καὶ λαμπρούς, κατ᾽ αὐτῶν αὔξεσθαι τούτους ὑπελάμβανον, ὧν τ᾽ ἦσαν ὑπὸ Ἰωσήπου τετυχηκότες διὰ χρόνου μῆκος λήθην λαβόντες καὶ τῆς βασιλείας εἰς ἄλλον οἶκον μετεληλυθυίας δεινῶς ἐνύβριζόν τε τοῖς Ἰσραηλίταις καὶ ταλαιπωρίας αὐτοῖς ποικίλας ἐπενόουν. [203] τόν τε γὰρ ποταμὸν εἰς διώρυχας αὐτοῖς πολλὰς προσέταξαν διατεμεῖν τείχη τε οἰκοδομῆσαι ταῖς πόλεσι καὶ χώματα, ὅπως ἂν εἴργοι τὸν ποταμὸν μὴ λιμνάζειν ἐπεκβαίνοντα, πυραμίδας τε ἀνοικοδομοῦντες ἐξετρύχουν ἡμῶν τὸ γένος, ὡς τέχνας τε παντοίας ἀναδιδάσκεσθαι καὶ τοῖς πόνοις γενέσθαι συνήθεις. [204] καὶ τετρακοσίων μὲν ἐτῶν χρόνον διήνυσαν ταῖς ταλαιπωρίαις: ἀντεφιλονείκουν γὰρ οἱ μὲν Αἰγύπτιοι τοῖς πόνοις ἐξαπολέσαι τοὺς Ἰσραηλίτας θέλοντες, οἱ δ᾽ ἀεὶ κρείττους φαίνεσθαι τῶν ἐπιταγμάτων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: