previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[176]

Τούτῳ θαρρήσας τῷ ὀνείρατι προθυμότερον εἰς τὴν Αἴγυπτον σὺν τοῖς υἱοῖς καὶ παισὶν τοῖς τούτων ἀπηλλάττετο. ἦσαν δ᾽ οἱ πάντες πέντε καὶ ἑβδομήκοντα. τὰ μὲν οὖν ὀνόματα δηλῶσαι τούτων οὐκ ἐδοκίμαζον καὶ μάλιστα διὰ τὴν δυσκολίαν αὐτῶν: [177] ἵνα μέντοι παραστήσω τοῖς οὐχ ὑπολαμβάνουσιν ἡμᾶς ἐκ τῆς Μεσοποταμίας ἀλλ᾽ Αἰγυπτίους εἶναι, ἀναγκαῖον ἡγησάμην μνησθῆναι τῶν ὀνομάτων. Ἰακώβου μὲν οὖν παῖδες ἦσαν δώδεκα: τούτων Ἰώσηπος ἤδη προαφῖκτο: τοὺς οὖν μετ᾽ αὐτὸν καὶ τοὺς ἐκ τούτων γεγονότας δηλώσομεν. [178] Ῥουβήλου μὲν ἦσαν παῖδες τέσσαρες, Ἀνώχης Φαλοὺς Ἐσσαρὼν Χάρμισος: Σεμεῶνος δ᾽ ἕξ, Ἰούμηλος Ἰάμεινος Πούθοδος Ἰαχῖνος Σόαρος Σααρᾶς: τρεῖς δὲ Λευὶ γεγόνασιν υἱοί, Γολγόμης Κάαθος Μαράιρος: Ἰούδᾳ δὲ παῖδες ἦσαν τρεῖς, Σάλας Φάρεσος Ἐζελοός, υἱωνοὶ δὲ δύο γεγονότες ἐκ Φαρέσου, Ἐσρὼν καὶ Ἄμουρος. Ἰσακχάρου δὲ τέσσαρες, Θούλας Φρουρᾶς Ἴωβος Σαμάρων. [179] τρεῖς δὲ Ζαβουλὼν ἦγεν υἱούς, Σάραδον Ἥλωνα Ἰάνηλον. τοῦτο μὲν τὸ ἐκ Λείας γένος: καὶ αὐτῇ συνανῄει καὶ θυγάτηρ αὐτῆς Δεῖνα. [180] τρεῖς οὗτοι καὶ τριάκοντα. Ῥαχήλας δὲ παῖδες ἦσαν δύο: τούτων Ἰωσήπῳ μὲν γεγόνεισαν υἱοὶ Μανασσῆς καὶ Ἐφράνης. Βενιαμεῖ δὲ τῷ ἑτέρῳ δέκα, Βόλος Βάκχαρις Ἀσαβῆλος Γήλας Νεεμάνης Ἴης Ἄρως Νομφθὴς Ὀππαῖς Ἄροδος. οὗτοι τέσσαρες καὶ δέκα πρὸς τοῖς πρότερον κατειλεγμένοις εἰς ἑπτὰ καὶ τεσσαράκοντα γίνονται τὸν ἀριθμόν. [181] καὶ τὸ μὲν γνήσιον γένος τῷ Ἰακώβῳ τοῦτο ἦν, ἐκ Βάλλας δὲ αὐτῷ γίνονται τῆς Ῥαχήλας θεραπαινίδος Δάνος καὶ Νεφθαλίς, τέσσαρες εἵποντο παῖδες, Ἐλιῆλος Γοῦνις Σάρης τε καὶ Σέλλιμος, Δάνῳ δὲ μονογενὲς ἦν παιδίον Οὖσις. [182] τούτων προσγινομένων τοῖς προειρημένοις πεντήκοντα καὶ τεσσάρων πληροῦσιν ἀριθμόν. Γάδης δὲ καὶ Ἀσῆρος ἐκ Ζελφᾶς μὲν ἦσαν, ἦν Λείας δὲ αὕτη θεραπαινίς, παῖδας δ᾽ ἐπήγοντο Γάδης μὲν ἑπτά, Ζοφωνίαν Οὔγιν Σοῦνιν Ζάβρωνα Εἰρήνην Ἐρωίδην Ἀριήλην: [183] Ἀσήρωνός τε ἦν θυγάτηρ καὶ ἄρσενες ἀριθμὸν ἕξ, οἷς ὀνόματα Ἰώμνης Ἰσούσιος Ἠϊούβης Βάρης Ἀβαρός τε καὶ Μελχιῆλος. τούτων ἑκκαίδεκα ὄντων καὶ προστιθεμένων τοῖς πεντήκοντα τέσσαρσιν προειρημένος ἀριθμὸς πληροῦται μὴ συγκαταλεγέντος αὐτοῖς Ἰακώβου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: