previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[172]

Ἐπιστὰς δὲ θεὸς αὐτῷ καὶ δὶς ὀνομαστὶ καλέσας πυνθανομένῳ τίς ἐστιν, ‘ἀλλ᾽ οὐ δίκαιον, εἶπεν, Ἰακώβῳ θεὸν ἀγνοεῖσθαι τὸν ἀεὶ παραστάτην καὶ βοηθὸν προγόνοις τε τοῖς σοῖς καὶ μετ᾽ αὐτοὺς σοὶ γενόμενον. [173] στερουμένῳ τε γάρ σοι τῆς ἀρχῆς ὑπὸ τοῦ πατρὸς ταύτην ἐγὼ παρέσχον, καὶ κατ᾽ ἐμὴν εὔνοιαν εἰς τὴν Μεσοποταμίαν μόνος σταλεὶς γάμων τε ἀγαθῶν ἔτυχες καὶ παίδων ἐπαγόμενος πλῆθος καὶ χρημάτων ἐνόστησας. [174] παρέμεινέ τέ σοι γενεὰ πᾶσα προνοίᾳ τῇ ἐμῇ, καὶ ὃν ἀπολωλέναι τῶν υἱῶν ἐδόκεις Ἰώσηπον εἰς ἀπόλαυσιν μειζόνων ἀγαθῶν ἤγαγον καὶ τῆς Αἰγύπτου κύριον, ὡς ὀλίγῳ διαφέρειν τοῦ βασιλέως, ἐποίησα. [175] ἥκω τε νῦν ὁδοῦ τε ταύτης ἡγεμὼν ἐσόμενος καὶ βίου σου τελευτὴν ἐν ταῖς Ἰωσήπου χερσὶ γενησομένην προδηλῶν καὶ μακρὸν αἰῶνα τῶν σῶν ἐγγόνων ἐν ἡγεμονίᾳ καὶ δόξῃ καταγγέλλων καταστήσων τε αὐτοὺς εἰς τὴν γῆν ἣν ὑπέσχημαι.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: