previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[136]

Οἱ μὲν οὖν ἱππεῖς παραλαβόντες τὸν Βενιαμὶν ἦγον πρὸς Ἰώσηπον καὶ τῶν ἀδελφῶν ἑπομένων, δὲ τὸν μὲν ἰδὼν ἐν φυλακῇ, τοὺς δ᾽ ἐν πενθίμοις σχήμασι, ‘τί δή, φησίν, κάκιστοι, φρονήσαντες περὶ τῆς ἐμῆς φιλανθρωπίας περὶ τοῦ θεοῦ τῆς προνοίας τοιαῦτα πράττειν εἰς εὐεργέτην καὶ ξένον ἐτολμήσατε;’ [137] τῶν δὲ παραδιδόντων αὑτοὺς εἰς κόλασιν ἐπὶ τῷ σώζεσθαι Βενιαμὶν καὶ πάλιν ἀναμιμνησκομένων τῶν εἰς Ἰώσηπον τετολμημένων κἀκεῖνον ἀποκαλούντων μακαριώτερον, εἰ μὲν τέθνηκεν ὅτι τῶν κατὰ τὸν βίον ἀπήλλακται σκυθρωπῶν, εἰ δὲ περίεστιν ὅτι τῆς παρὰ τοῦ θεοῦ κατ᾽ αὐτῶν ἐκδικίας τυγχάνει, λεγόντων δ᾽ αὑτοὺς ἀλιτηρίους τοῦ πατρός, ὅτι τῇ λύπῃ ἣν ἐπ᾽ ἐκείνῳ μέχρι νῦν ἔχει καὶ τὴν ἐπὶ Βενιαμὶν προσθήσουσι, πολὺς ἦν κἀνταῦθ᾽ Ῥουβῆλος αὐτῶν καθαπτόμενος. [138] Ἰωσήπου δὲ τοὺς μὲν ἀπολύοντος, οὐδὲν γὰρ αὐτὸν ἀδικεῖν, ἀρκεῖσθαι δὲ μόνῃ τῇ τοῦ παιδὸς τιμωρίᾳ λέγοντος, οὔτε γὰρ τοῦτον ἀπολύειν διὰ τοὺς οὐδὲν ἐξαμαρτόντας σῶφρον ἔλεγεν οὔτε συγκολάζειν ἐκείνους τῷ τὴν κλοπὴν εἰργασμένῳ, βαδιοῦσι δὲ παρέξειν ἀσφάλειαν ἐπαγγελλομένου, [139] τοὺς μὲν ἄλλους ἔκπληξις ἔλαβε καὶ πρὸς τὸ πάθος ἀφωνία, Ἰούδας δὲ καὶ τὸν πατέρα πείσας ἐκπέμψαι τὸ μειράκιον καὶ τἆλλα δραστήριος ὢν ἀνὴρ ὑπὲρ τῆς τἀδελφοῦ σωτηρίας ἔκρινε παραβάλλεσθαι, [140] καίδεινὰ μέν, εἶπεν, στρατηγέ, τετολμήκαμεν εἰς σὲ καὶ τιμωρίας ἄξια καὶ τοῦ κόλασιν ὑποσχεῖν ἅπαντας ἡμᾶς δικαίως, εἰ καὶ τὸ ἀδίκημα μὴ ἄλλου τινός, ἀλλ᾽ ἑνὸς τοῦ νεωτάτου γέγονεν. ὅμως δὲ ἀπεγνωκόσιν ἡμῖν τὴν δι᾽ αὐτοῦ σωτηρίαν ἐλπὶς ὑπολέλειπται παρὰ τῆς σῆς χρηστότητος ἐγγυωμένη τὴν τοῦ κινδύνου διαφυγήν. [141] καὶ νῦν μὴ πρὸς τὸ ἡμέτερον ἀφορῶν μηδὲ τὸ κακούργημα σκοπῶν, ἀλλὰ πρὸς τὴν σαυτοῦ φύσιν καὶ τὴν ἀρετὴν σύμβουλον ποιησάμενος ἀντὶ τῆς ὀργῆς, ἣν οἱ τἆλλα μικροὶ πρὸς ἰσχύος λαμβάνουσιν οὐκ ἐν τοῖς μεγάλοις μόνον ἀλλὰ καὶ ἐπὶ τοῖς τυχοῦσιν αὐτῇ χρώμενοι, γενοῦ πρὸς αὐτὴν μεγαλόφρων καὶ μὴ νικηθῇς ὑπ᾽ αὐτῆς, ὥστε ἀποκτεῖναι τοὺς οὐδ᾽ αὐτοὺς ὡς ἰδίας ἔτι τῆς σωτηρίας ἀντιποιουμένους, ἀλλὰ παρὰ σοῦ λαβεῖν αὐτὴν ἀξιοῦντας. [142] καὶ γὰρ οὐδὲ νῦν πρῶτον ἡμῖν αὐτὴν παρέξεις, ἀλλὰ τάχιον ἐλθοῦσιν ἐπὶ τὴν ἀγορὰν τοῦ σίτου καὶ τὴν εὐπορίαν τῆς τροφῆς ἐχαρίσω δοὺς ἀποκομίζειν καὶ τοῖς οἰκείοις ὅσα κινδυνεύοντας αὐτοὺς ὑπὸ τοῦ λιμοῦ διαφθαρῆναι περιέσωσε. [143] διαφέρει δ᾽ οὐδὲν μὴ περιιδεῖν ἀπολλυμένους ὑπ᾽ ἐνδείας τῶν ἀναγκαίων, μὴ κολάσαι δόξαντας ἁμαρτεῖν καὶ περὶ τὴν εὐεργεσίαν τὴν ἀπὸ σοῦ λαμπρὰν γενομένην φθονηθέντας, δ᾽ αὐτὴ χάρις ἄλλῳ μέντοι τρόπῳ διδομένη: [144] σώσεις γὰρ οὓς εἰς τοῦτο καὶ ἔτρεφες καὶ ψυχάς, ἃς ὑπὸ λιμοῦ καμεῖν οὐκ εἴασας, τηρήσεις ταῖς σαυτοῦ δωρεαῖς, ὡς θαυμαστὸν ἅμα καὶ μέγα δοῦναί τε ψυχὰς ἡμῖν καὶ παρασχεῖν δι᾽ ὧν αὗται μενοῦσιν ἀπορουμένοις. [145] οἶμαί τε τὸν θεὸν αἰτίαν παρασκευάσαι βουλόμενον εἰς ἐπίδειξιν τοῦ κατὰ τὴν ἀρετὴν περιόντος ἡμᾶς εἰς τοῦτο περιστῆσαι συμφορᾶς, ἵνα καὶ τῶν εἰς αὑτὸν ἀδικημάτων συγγινώσκων φανῇς τοῖς ἐπταικόσιν, ἀλλὰ μὴ πρὸς μόνους τοὺς κατ᾽ ἄλλην πρόφασιν δεομένους ἐπικουρίας φιλάνθρωπος δοκοίης. [146] ὡς μέγα μὲν καὶ τὸ ποιῆσαί τινας εὖ καταστάντας εἰς χρείαν, ἡγεμονικώτερον δὲ σῶσαι τοὺς ὑπὲρ τῶν εἰς ἑαυτὸν τετολμημένων δίκην ὀφείλοντας: εἰ γὰρ τὸ περὶ μικρῶν ζημιωμάτων ἀφεῖναι τοὺς πλημμελήσαντας ἔπαινον ἤνεγκε τοῖς ὑπεριδοῦσι, τό γε περὶ τούτων ἀόργητον, ὑπὲρ ὧν τὸ ζῆν ὑπεύθυνον τῇ κολάσει γίνεται τῶν ἠδικηκότων, θεοῦ φύσει προσετέθη. [147] καὶ ἔγωγε, εἰ μὴ πατὴρ ἡμῖν ἦν πῶς ἐπὶ παίδων ἀποβολῇ ταλαιπωρεῖ διὰ τῆς ἐπὶ Ἰωσήπῳ λύπης ἐπιδεδειγμένος, οὐκ ἂν τοῦ γε καθ᾽ ἡμᾶς ἕνεκα περὶ τῆς σωτηρίας λόγους ἐποιησάμην, εἰ μὴ ὅσον τῷ σῷ χαριζόμενος ἤθει σώζειν αὐτῷ καλῶς ἔχοντι, καὶ τούτους οἳ λυπήσονται τεθνηκότων οὐκ ἔχοντες παρείχομεν ἂν αὑτοὺς πεισομένους τι καὶ θελήσειας: [148] νῦν δ᾽, οὐ γὰρ αὑτοὺς ἐλεοῦντες, εἰ καὶ νέοι καὶ μήπω τῶν κατὰ τὸν βίον ἀπολελαυκότες τεθνηξόμεθα, τὸ δὲ τοῦ πατρὸς λογιζόμενοι καὶ τὸ γῆρας οἰκτείροντες τὸ ἐκείνου ταύτας σοι τὰς δεήσεις προσφέρομεν καὶ παραιτούμεθα ψυχὰς τὰς αὑτῶν, ἅς σοι τὸ ἡμέτερον κακούργημα πρὸς τιμωρίαν παρέδωκεν, [149] οὔτε πονηρὸς αὐτὸς οὔτε τοιούτους ἐσομένους ἐγέννησεν ἀλλὰ χρηστὸς ὢν καὶ πειραθῆναι τοιούτων οὐχὶ δίκαιος καὶ νῦν μὲν ἀποδημούντων ταῖς ὑπὲρ ἡμῶν φροντίσι κακοπαθεῖ, πυθόμενος δὲ ἀπολωλότας καὶ τὴν αἰτίαν οὐχ ὑπομενεῖ ἀλλὰ διὰ ταύτην πολὺ μᾶλλον τὸν βίον καταλείπει, [150] καὶ τὸ ἄδοξον αὐτὸν τῆς ἡμετέρας καταστροφῆς φθήσεται διαχρησάμενον καὶ κακὴν αὐτῷ ποιήσει τὴν ἐκ τοῦ ζῆν ἀπαλλαγήν, πρὶν εἰς ἄλλους φοιτῆσαι τὰ καθ᾽ ἡμᾶς σπεύσαντος αὑτὸν εἰς ἀναισθησίαν μεταγαγεῖν. [151] γενόμενος οὖν ἐν τούτῳ τὸν λογισμόν, εἰ καὶ κακία σε παροξύνει νῦν ἡμετέρα, τὸ κατ᾽ αὐτῆς δίκαιον χάρισαι τῷ πατρὶ καὶ δυνηθήτω πλέον πρὸς ἐκεῖνον ἔλεος τῆς ἡμετέρας πονηρίας καὶ γῆρας ἐν ἐρημίᾳ βιωσόμενον καὶ τεθνηξόμενον ἡμῶν ἀπολομένων αἴδεσαι, τῷ πατέρων ὀνόματι ταύτην χαριζόμενος τὴν δωρεάν. [152] ἐν γὰρ τούτῳ καὶ τὸν σὲ φύσαντα τιμᾷς καὶ σαυτῷ δίδως, ἀπολαύων μὲν ἤδη τῆς προσηγορίας, ἀπαθὴς δ᾽ ἐπ᾽ αὐτῇ φυλαχθησόμενος ὑπὸ τοῦ θεοῦ τοῦ πάντων πατρός, εἰς ὃν κατὰ κοινωνίαν καὶ αὐτὸς τοῦ ὀνόματος εὐσεβεῖν δόξεις τοῦ ἡμετέρου πατρὸς οἶκτον λαβὼν ἐφ᾽ οἷς πείσεται τῶν παίδων στερούμενος. [153] σὸν οὖν, παρέσχεν ἡμῖν θεὸς ταῦτ᾽ ἔχοντ᾽ ἐξουσίαν ἀφελέσθαι δοῦναι καὶ μηδὲν ἐκείνου διενεγκεῖν τῇ χάριτι: τῆς γὰρ ἐπαμφότερον δυνάμεως τετυχηκότα καλὸν ταύτην ἐν τοῖς ἀγαθοῖς ἐπιδείκνυσθαι, καὶ παρὸν καὶ ἀπολλύειν τῆς μὲν κατὰ τοῦτο ἐξουσίας ὡς μηδ᾽ ὑπαρχούσης ἐπιλανθάνεσθαι, μόνον δ᾽ ἐπιτετράφθαι τὸ σώζειν ὑπολαμβάνειν, καὶ ὅσῳ τις πλείοσι τοῦτο παρέξει μᾶλλον αὐτῷ φαίνεσθαι διδόντα. [154] σὺ δὲ πάντας ἡμᾶς σώσεις τἀδελφῷ συγγνοὺς ὑπὲρ ὧν ἠτύχηκεν: οὐδὲ γὰρ ἡμῖν βιώσιμα τούτου κολασθέντος, οἷς γε πρὸς τὸν πατέρα μὴ ἔξεστιν ἀνασωθῆναι μόνοις, ἀλλ᾽ ἐνθάδε δεῖ κοινωνῆσαι τούτῳ τῆς αὐτῆς καταστροφῆς τοῦ βίου. [155] καὶ δεησόμεθά σου, στρατηγέ, κατακρίναντος τὸν ἀδελφὸν ἡμῶν ἀποθανεῖν συγκολάσαι καὶ ἡμᾶς ὡς τοῦ ἀδικήματος κεκοινωνηκότας: οὐ γὰρ ἀξιώσομεν ἡμεῖς ὡς ἐπὶ λύπῃ τεθνηκότος αὑτοὺς ἀνελεῖν, ἀλλ᾽ ὡς ὁμοίως αὐτῷ πονηροὶ γεγονότες οὕτως ἀποθανεῖν. [156] καὶ ὅτι μὲν καὶ νέος ὢν ἥμαρτε καὶ μήπω τὸ φρονεῖν ἐρηρεισμένος καὶ ὡς ἀνθρώπινον τοῖς τοιούτοις συγγνώμην νέμειν, σοὶ καταλιπὼν παύομαι περαιτέρω λέγειν, ἵν᾽ εἰ μὲν κατακρίνειας ἡμῶν, τὰ μὴ λεχθέντα δόξῃ βεβλαφέναι πρὸς τὸ σκυθρωπότερον ἡμᾶς, [157] εἰ δ᾽ ἀπολύσειας, κἀκεῖνα τῇ σαυτοῦ χρηστότητι συνιδὼν ἀπεψηφίσθαι νομισθῇς, οὐ σώσας μόνον ἡμᾶς ἀλλὰ καὶ δι᾽ οὗ δικαιότεροι μᾶλλον φανούμεθα τυχεῖν χαριζόμενος καὶ πλέον ἡμῶν αὐτῶν ὑπὲρ τῆς ἡμετέρας νοήσας σωτηρίας. [158] εἴτ᾽ οὖν κτείνειν αὐτὸν θέλεις, ἐμὲ τιμωρησάμενος ἀντὶ τούτου τῷ πατρὶ τοῦτον ἀπόπεμψον, εἴτε καὶ κατέχειν σοι δοκεῖ δοῦλον, ἐγὼ πρὸς τὰς χρείας σοι ὑπηρετικώτερος, ἀμείνων ὡς ὁρᾷς πρὸς ἑκάτερον τῶν παθῶν ὑπάρχων.’ [159] Ἰούδας μὲν οὖν πάντα ὑπομένειν ὑπὲρ τῆς τἀδελφοῦ σωτηρίας ἡδέως ἔχων ῥίπτει πρὸ τῶν Ἰωσήπου ποδῶν ἑαυτόν, εἴ πως ἐκμαλάξειε τὴν ὀργὴν αὐτοῦ καὶ καταπραΰνειεν ἀγωνιζόμενος, προύπεσον δὲ καὶ οἱ ἀδελφοὶ πάντες δακρύοντες καὶ παραδιδόντες ἑαυτοὺς ὑπὲρ τῆς Βενιαμὶν ψυχῆς ἀπολουμένους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: