previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[120]

Ὡς δ᾽ ἦλθον εἰς τὴν Αἴγυπτον κατάγονται μὲν παρὰ τὸν Ἰώσηπον, φόβος δὲ αὐτοὺς οὐχ τυχὼν διετάραττε, μὴ περὶ τῆς τοῦ σίτου τιμῆς ἐγκλήματα λάβωσιν ὡς αὐτοί τι κεκακουργηκότες, καὶ πρὸς τὸν ταμίαν τοῦ Ἰωσήπου πολλὴν ἀπολογίαν ἐποιοῦντο κατ᾽ οἶκόν τε φάσκοντες εὑρεῖν ἐν τοῖς σάκκοις τὸ ἀργύριον καὶ νῦν ἥκειν ἐπανάγοντες αὐτό. [121] τοῦ δὲ μηδ᾽ τι λέγουσιν εἰδέναι φήσαντος ἀνείθησαν τοῦ δέους. λύσας τε τὸν Συμεῶνα ἐτημέλει συνεσόμενον τοῖς ἀδελφοῖς. ἐλθόντος δὲ ἐν τούτῳ καὶ Ἰωσήπου ἀπὸ τῆς θεραπείας τοῦ βασιλέως τά τε δῶρα παρῆγον αὐτῷ καὶ πυθομένου περὶ τοῦ πατρὸς ἔλεγον, ὅτι καταλάβοιεν αὐτὸν ἐρρωμένον. [122] δὲ μαθὼν περιόντα καὶ περὶ τοῦ Βενιαμὶν εἰ οὗτος νεώτερος ἀδελφὸς αὐτῶν εἴη, καὶ γὰρ ἦν αὐτὸν ἑωρακώς, ἀνέκρινε. τῶν δὲ φησάντων αὐτὸν εἶναι οἰκέτην αὐτοῦ θεὸν μὲν ἐπὶ πᾶσι προστάτην εἶπεν, [123] ὑπὸ δὲ τοῦ πάθους προαγόμενος εἰς δάκρυα μεθίστατο μὴ βουλόμενος καταφανὴς εἶναι τοῖς ἀδελφοῖς, ἐπὶ δεῖπνόν τε αὐτοὺς παραλαμβάνει καὶ κατακλίνονται οὕτως ὡς καὶ παρὰ τῷ πατρί. πάντας δὲ αὐτοὺς Ἰώσηπος δεξιούμενος διπλασίοσι μοίραις τῶν αὐτῷ παρακειμένων τὸν Βενιαμὶν ἐτίμα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: