previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[111]

Οἱ δὲ Ἰακώβου παῖδες ἐλθόντες εἰς τὴν Χαναναίαν ἀπήγγελλον τῷ πατρὶ τὰ κατὰ τὴν Αἴγυπτον αὐτοῖς συμπεσόντα, καὶ ὅτι κατάσκοποι δόξειαν ἀφῖχθαι τοῦ βασιλέως καὶ λέγοντες ἀδελφοί τε εἶναι καὶ τὸν ἑνδέκατον οἴκοι καταλιπεῖν παρὰ τῷ πατρὶ ἀπιστηθεῖεν, ὡς καταλίποιέν τε Σεμεῶνα παρὰ τῷ στρατηγῷ μέχρι Βενιαμὶς ὡς αὐτὸν ἀπιὼν πίστις αὐτοῖς τῶν εἰρημένων παρ᾽ αὐτῷ γένοιτο: [112] ἠξίουν τε τὸν πατέρα μηδὲν φοβηθέντα πέμπειν σὺν αὐτοῖς τὸν νεανίσκον. Ἰακώβῳ δ᾽ οὐδὲν ἤρεσκε τῶν τοῖς υἱοῖς πεπραγμένων, καὶ πρὸς τὴν Σεμεῶνος δὲ κατοχὴν λυπηρῶς φέρων ἀνόητον ἡγεῖτο προστιθέναι καὶ τὸν Βενιαμίν. [113] καὶ μὲν οὐδὲ Ῥουβήλου δεομένου καὶ τοὺς αὑτοῦ παῖδας ἀντιδιδόντος, ἵνα εἴ τι πάθοι Βενιαμὶς κατὰ τὴν ἀποδημίαν ἀποκτείνειεν αὐτοὺς πάππος, πείθεται τοῖς λόγοις. οἱ δ᾽ ἠπόρουν ἐπὶ τοῖς κακοῖς καὶ μᾶλλον αὐτοὺς ἐτάραττε τἀργύριον ἐν τοῖς σακκίοις τοῦ σίτου κατακεκρυμμένον εὑρεθέν. [114] τοῦ δὲ σίτου τοῦ κομισθέντος ὑπ᾽ αὐτῶν ἐπιλιπόντος καὶ τοῦ λιμοῦ μᾶλλον ἁπτομένου βιαζομένης αὐτὸν τῆς ἀνάγκης Ἰάκωβος ἐκπέμπειν ἐγίνωσκε τὸν Βενιαμὶν μετὰ τῶν ἀδελφῶν: [115] οὐ γὰρ ἦν αὐτοῖς εἰς Αἴγυπτον ἀπελθεῖν μὴ μετὰ τῶν ἐπαγγελιῶν ἀπερχομένοις, καὶ τοῦ πάθους οὖν χείρονος καθ᾽ ἑκάστην ἡμέραν γινομένου καὶ τῶν υἱῶν δεομένων οὐκ εἶχεν, τι χρήσαιτο τοῖς παροῦσιν. [116] Ἰούδα δὲ τολμηροῦ τἆλλα τὴν φύσιν ἀνδρὸς χρησαμένου πρὸς αὐτὸν παρρησίᾳ, ὡς οὐ προσῆκε μὲν αὐτὸν περὶ τἀδελφοῦ δεδιέναι οὐδὲ τὰ μὴ δεινὰ δι᾽ ὑποψίας λαμβάνειν, πραχθήσεται γὰρ οὐδὲν αὐτῶν περὶ τὸν ἀδελφόν, μὴ παρέσται θεός, τοῦτο δὲ συμβήσεσθαι πάντως καὶ παρ᾽ αὐτῷ μένοντι: [117] φανερὰν δ᾽ οὕτως αὐτῶν ἀπώλειαν μὴ καταδικάζειν μηδὲ τὴν ἐκ Φαραώθου τῆς τροφῆς αὐτῶν εὐπορίαν αὐτοὺς ἀφαιρεῖσθαι ἀλόγως περὶ τοῦ παιδὸς δεδιότα, φροντίζειν δὲ καὶ τῆς Σεμεῶνος σωτηρίας, μὴ φειδοῖ τῆς Βενιαμὶν ἀποδημίας ἐκεῖνος ἀπόληται: πιστεῦσαι δὲ περὶ αὐτοῦ τῷ θεῷ παραινοῦντος καὶ αὐτῷ, ὡς σῶον ἐπανάξοντος αὐτῷ τὸν υἱὸν συγκαταστρέψοντος ἅμα ἐκείνῳ τὸν βίον, [118] πεισθεὶς Ἰάκωβος παρεδίδου τὸν Βενιαμὶν καὶ τὴν τιμὴν τοῦ σίτου διπλασίονα τῶν τε παρὰ τοῖς Χαναναίοις γεννωμένων τό τε τῆς βαλάνου μύρον καὶ στακτὴν τερέβινθόν τε καὶ μέλι δωρεὰς Ἰωσήπῳ κομίζειν. πολλὰ δὲ ἦν παρὰ τοῦ πατρὸς ἐπὶ τῇ τῶν παίδων ἐξόδῳ δάκρυα κἀκείνων αὐτῶν. [119] μὲν γὰρ τοὺς υἱοὺς εἰ κομιεῖται σώους ἐκ τῆς ἀποδημίας ἐφρόντιζεν, οἱ δ᾽ εἰ τὸν πατέρα καταλάβοιεν ἐρρωμένον καὶ μηδὲν ὑπὸ τῆς ἐπ᾽ αὐτοῖς λύπης κακωθέντα. ἡμερήσιον δὲ αὐτοῖς ἠνύσθη τὸ πένθος, καὶ μὲν πρεσβύτης κοπωθεὶς ὑπέμενεν, οἱ δὲ ἐχώρουν εἰς Αἴγυπτον μετὰ κρείττονος ἐλπίδος τὴν ἐπὶ τοῖς παροῦσι λύπην ἰώμενοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: