previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[100]

Οἱ δ᾽ ἦσαν ἐν ταραχῇ καὶ φόβῳ κίνδυνον τὸν μέγιστον αὐτοῖς ἐπηρτῆσθαι νομίζοντες καὶ μηδὲν περὶ τἀδελφοῦ κατὰ νοῦν λαμβάνοντες, καταστάντες τε πρὸς τὰς αἰτίας ἀπελογοῦντο Ῥουβήλου προηγοροῦντος, ὃς ἦν πρεσβύτατος αὐτῶν: [101]ἡμεῖς γὰρ, εἶπεν, οὐ κατὰ ἀδικίαν δεῦρο ἤλθομεν οὐδὲ κακουργήσοντες τὰ βασιλέως πράγματα, σωθῆναι δὲ ζητοῦντες καὶ καταφυγὴν τῶν ἐπεχόντων τὴν χώραν ἡμῶν κακῶν τὴν ὑμετέραν φιλανθρωπίαν ὑπολαβόντες, οὓς οὐχὶ πολίταις μόνοις τοῖς αὐτῶν, ἀλλὰ καὶ ξένοις ἠκούομεν τὴν ἀγορὰν τοῦ σίτου προτεθεικέναι πᾶσι τὸ σώζεσθαι τοῖς δεομένοις παρέχειν διεγνωκότας. [102] ὅτι δ᾽ ἐσμὲν ἀδελφοὶ καὶ κοινὸν ἡμῖν αἷμα, φανερὸν μὲν καὶ τῆς μορφῆς τὸ οἰκεῖον καὶ μὴ πολὺ παρηλλαγμένον ποιεῖ, πατὴρ δ᾽ ἐστὶν ἡμῖν Ἰάκωβος ἀνὴρ Ἑβραῖος, γινόμεθα δώδεκα παῖδες ἐκ γυναικῶν τεσσάρων, ὧν πάντων περιόντων ἦμεν εὐδαίμονες. [103] ἀποθανόντος δὲ ἑνὸς τῶν ἀδελφῶν Ἰωσήπου τὰ πράγματα ἡμῖν ἐπὶ τὸ χεῖρον μετέβαλεν: τε γὰρ πατὴρ μακρὸν ἐπ᾽ αὐτῷ πένθος ἦρται καὶ ἡμεῖς ὑπό τε τῆς ἐπὶ τῷ τεθνηκότι συμφορᾶς καὶ τῆς τοῦ πρεσβύτου ταλαιπωρίας κακοπαθοῦμεν. [104] ἥκομέν τε νῦν ἐπ᾽ ἀγορὰν σίτου τήν τε τοῦ πατρὸς ἐπιμέλειαν καὶ τὴν κατὰ τὸν οἶκον πρόνοιαν Βενιαμεῖ τῷ νεωτάτῳ τῶν ἀδελφῶν πεπιστευκότες: δύνασαι δὲ πέμψας εἰς τὸν ἡμέτερον οἶκον μαθεῖν, εἴ τι ψευδές ἐστι τῶν λεγομένων.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: