previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[50]

Ταῦτα λεγούσης τῆς γυναικὸς καὶ δακρυούσης οὔτε οἶκτος αὐτὸν μὴ σωφρονεῖν ἔπεισεν οὔτ᾽ ἠνάγκασε φόβος, ἀλλὰ ταῖς δεήσεσιν ἀντέσχε καὶ ταῖς ἀπειλαῖς οὐκ ἐνέδωκε καὶ παθεῖν ἀδίκως καὶ ὑπομένειν τι τῶν χαλεπωτέρων εἵλετο μᾶλλον τῶν παρόντων ἀπολαύειν χαρισάμενος ἐφ᾽ οἷς ἂν αὑτῷ συνειδῇ δικαίως ἀπολουμένῳ. [51] γάμου τε αὐτὴν ὑπεμίμνησκε καὶ τῆς πρὸς τὸν ἄνδρα συμβιώσεως καὶ τούτοις τὸ πλέον νέμειν προσκαίρῳ τῆς ἐπιθυμίας ἡδονῇ παρεκάλει, τῆς μὲν καὶ μετάνοιαν ἑξούσης αὖθις ἐπ᾽ ὀδύνῃ γενησομένην οὐκ ἐπὶ διορθώσει τῶν ἡμαρτημένων καὶ φόβον του μὴ κατάφωρον γενέσθαι καὶ χάριν τοῦ λαθεῖν ἀγνοουμένου τοῦ κακοῦ, [52] τῆς δὲ πρὸς τὸν ἄνδρα κοινωνίας ἀπόλαυσιν ἐχούσης ἀκίνδυνον καὶ προσέτι πολλὴν τὴν ἀπὸ τοῦ συνειδότος καὶ πρὸς τὸν θεὸν παρρησίαν καὶ πρὸς τοὺς ἀνθρώπους: καὶ ὡς αὐτοῦ δεσπόσει μᾶλλον μείνασα καθαρὰ καὶ δεσποίνης ἐξουσίᾳ χρήσεται πρὸς αὐτόν, ἀλλ᾽ οὐ συνεξαμαρτάνοντος αἰδοῖ: πολὺ δὲ κρεῖττον εἶναι θαρρεῖν ἐπὶ γινωσκομένοις τοῖς εὖ βεβιωμένοις ἐπὶ λανθανούσῃ κακοπραγίᾳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: