previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[32]

Ἰούδας δὲ καὶ αὐτὸς ὢν τῶν Ἰακώβου παίδων ἐμπόρους ἰδὼν Ἄραβας τοῦ Ἰσμαηλιτῶν γένους ἀρώματα καὶ Σύρα φορτία κομίζοντας Αἰγυπτίοις ἐκ τῆς Γαλαδηνῆς μετὰ τὴν ἀναχώρησιν τὴν Ῥουβήλου τοῖς ἀδελφοῖς συνεβούλευεν ἀνιμήσασι τὸν Ἰώσηπον ἀπεμπολῆσαι τοῖς Ἄραψιν: [33] ἐκεῖνόν τε γὰρ ὅτι πορρωτάτω γενόμενον καὶ τεθνήξεσθαι παρὰ τοῖς ξένοις, αὐτούς τε τοῦ μιάσματος οὕτως ἀπαλλαγήσεσθαι. δόξαν οὖν τοῦτο, τοῖς ἐμπόροις ἀποδίδονται τὸν Ἰώσηπον ἀνελκύσαντες ἐκ τοῦ λάκκου μνῶν εἴκοσιν ἑπτακαίδεκα ἐτῶν γεγονότα. [34] Ῥουβῆλος δὲ νύκτωρ ἐπὶ τὸν λάκκον ἐλθὼν σῶσαι τοὺς ἀδελφοὺς λαθὼν τὸν Ἰώσηπον ἐγνώκει, καὶ ὡς ἀνακαλουμένῳ μὴ ὑπήκουσε, δείσας μὴ ἐφθάρκασιν αὐτὸν μετὰ τὴν ἀναχώρησιν αὐτοῦ κατεμέμφετο τοὺς ἀδελφούς. τῶν δὲ τὸ πραχθὲν αὐτῷ φρασάντων παύεται τοῦ πένθους Ῥουβῆλος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: