previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[13]

Τῷ δὲ παρ᾽ αὐτῶν φθόνῳ προσφιλονικῆσαν τὸ θεῖον δευτέραν ὄψιν ἐπιπέμπει τῷ Ἰωσήπῳ πολὺ τῆς προτέρας θαυμασιωτέραν. τὸν ἥλιον γὰρ ἔδοξε τὴν σελήνην παραλαβόντα καὶ τοὺς λοιποὺς ἀστέρας ἐπὶ τὴν γῆν κατελθεῖν καὶ προσκυνεῖν αὐτόν. [14] ταύτην τὴν ὄψιν τῷ πατρὶ μηδὲν παρὰ τῶν ἀδελφῶν κακόηθες ὑφορώμενος καὶ τούτων παρατυγχανόντων διεσάφησε, τί καὶ βούλεται σημαίνειν φράσαι παρακαλῶν. [15] δὲ ἡσθεὶς τῷ ὀνείρατι, τὴν γὰρ πρόρρησιν αὐτοῦ τῇ διανοίᾳ συλλαβὼν καὶ μετὰ σοφίας οὐκ ἀσκόπως εἰκάσας ἔχαιρεν ἐπὶ μεγάλοις τοῖς σημαινομένοις, εὐδαιμονίαν τῷ παιδὶ κατήγγελλε καὶ καιρὸν ἥξειν θεοῦ δόντος, καθ᾽ ὃν αὐτὸν ὑπό τε τῶν γονέων καὶ τῶν ἀδελφῶν ἔσεσθαι τίμιον καὶ προσκυνήσεως ἄξιον, [16] τὴν μὲν σελήνην καὶ τὸν ἥλιον μητρὶ καὶ πατρί, τῆς μὲν αὐξούσης ἅπαντα καὶ τρεφούσης τοῦ δ᾽ ἐκτυποῦντος καὶ τὴν ἄλλην ἰσχὺν ἐντιθέντος εἰκάζων, τοὺς δ᾽ ἀστέρας τοῖς ἀδελφοῖς: καὶ γὰρ τούτους ἕνδεκα εἶναι καθάπερ καὶ τοὺς ἀστέρας ἀπό τε ἡλίου καὶ σελήνης τὴν ἰσχὺν λαμβάνοντας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: