previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[311]

δὲ θεὸς δηλώσας ἔτι μιᾷ πληγῇ τοὺς Αἰγυπτίους καταναγκάσειν ἀπολῦσαι τοὺς Ἑβραίους ἐκέλευε Μωυσῆν παραγγεῖλαι τῷ λαῷ θυσίαν ἑτοίμην ἔχειν παρασκευασαμένους τῇ δεκάτῃ τοῦ Ξανθικοῦ μηνὸς εἰς τὴν τεσσαρεσκαιδεκάτην, ὃς παρὰ μὲν Αἰγυπτίοις Φαρμουθὶ καλεῖται, Νισὰν δὲ παρ᾽ Ἑβραίοις, Μακεδόνες δ᾽ αὐτὸν Ξανθικὸν προσαγορεύουσιν, ἀπάγειν τε τοὺς Ἑβραίους πάντα ἐπικομιζομένους. [312] καὶ μὲν ἑτοίμους ἔχων ἤδη τοὺς Ἑβραίους πρὸς τὴν ἔξοδον καὶ διατάξας εἰς φατρίας ἐν ταὐτῷ συνεῖχεν, ἐνστάσης δὲ τῆς τεσσαρεσκαιδεκάτης πάντες πρὸς ἄφοδον ἔχοντες ἔθυον καὶ τῷ αἵματι τὰς οἰκίας ἥγνιζον ὑσσώπου κόμαις ἀναλαβόντες καὶ δειπνήσαντες τὰ λοιπὰ τῶν κρεῶν ἔκαυσαν ὡς ἐξελευσόμενοι. [313] ὅθεν νῦν ἔτι κατὰ τὸ ἔθος οὕτως θύομεν τὴν ἑορτὴν πάσχα καλοῦντες, σημαίνει δ᾽ ὑπερβάσια, διότι κατ᾽ ἐκείνην τὴν ἡμέραν θεὸς αὐτῶν ὑπερβὰς Αἰγυπτίοις ἐναπέσκηψε τὴν νόσον. γὰρ φθορὰ τῶν πρωτοτόκων κατ᾽ ἐκείνην ἔπεισι τὴν νύκτα τοῖς Αἰγυπτίοις, ὡς συνελθόντας πολλοὺς τῶν περὶ τὸ βασίλειον διαιτωμένων τῷ Φαραώθῃ συμβουλεύειν ἀπολύειν τοὺς Ἑβραίους. [314] καὶ Μωυσῆν καλέσας ἐκεῖνος ἀπιέναι προσέταξεν, εἰ τῆς χώρας ἐξέλθοιεν παύσεσθαι τὴν Αἴγυπτον κακοπαθοῦσαν ὑπολαβών, δώροις τε τοὺς Ἑβραίους ἐτίμων, οἱ μὲν ὑπὲρ τοῦ τάχιον ἐξελθεῖν, οἱ δὲ καὶ κατὰ γειτνιακὴν πρὸς αὐτοὺς συνήθειαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: