previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[296]

θεὸς δὲ ἀγνωμονοῦντος καὶ μετὰ τὴν ἀπαλλαγὴν τῆς συμφορᾶς οὐκέτι σωφρονεῖν θέλοντος ἄλλην τοῖς Αἰγυπτίοις ἐπιφέρει πληγήν: βατράχων πλῆθος ἄπειρον τὴν γῆν αὐτῶν ἐπεβόσκετο, μεστὸς δὲ τούτων καὶ ποταμὸς ἦν, ὡς διαμωμένους τὸ ποτὸν τῷ τῶν ζῴων ἰχῶρι κεκακωμένον λαμβάνειν ἐναποθνησκόντων καὶ συνδιαφθειρομένων τῷ ὕδατι, [297] τε χώρα μεστὴ κακῆς ἦν ἰλύος γεννωμένων τε καὶ ἀποθνησκόντων, τάς τε κατ᾽ οἶκον αὐτῶν διαίτας ἠφάνιζον ἐν βρωτοῖς εὑρισκόμενοι καὶ ποτοῖς καὶ ταῖς εὐναῖς αὐτῶν ἐπιπολάζοντες, ὀσμή τε χαλεπὴ ἦν καὶ δυσώδης ἀποθνησκόντων τῶν βατράχων καὶ ζώντων καὶ διεφθαρμένων. [298] ὑπὸ δὲ τούτων τῶν κακῶν ἐλαυνομένων τῶν Αἰγυπτίων τὸν Μωυσῆν ἐκέλευσεν βασιλεὺς οἴχεσθαι τοὺς Ἑβραίους λαβόντα, καὶ παραχρῆμα τοῦτ᾽ εἰπόντος ἠφάνιστο τῶν βατράχων τὸ πλῆθος καὶ τε γῆ καὶ ποταμὸς εἰς τὴν ἰδίαν φύσιν κατέστησαν. [299] Φαραώθης δὲ ἅμα τοῦ τε πάθους ἀπήλλακτο γῆ καὶ τῆς αἰτίας ἐπελέληστο καὶ τοὺς Ἑβραίους κατεῖχε, καὶ ὥσπερ πλειόνων παθημάτων φύσεις βουλόμενος μαθεῖν οὐκέτ᾽ ἠφίει τοῖς περὶ τὸν Μωυσῆν ἐξιέναι φόβῳ μᾶλλον φρονήσει ταύτην αὐτοῖς ἐπιτρέπων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: