previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[293]

Τοῦ δὲ βασιλέως ἐκφαυλίζοντος τοὺς Μωυσέος λόγους καὶ μηδεμίαν ἐπιστροφὴν ἔτι ποιουμένου πάθη δεινὰ τοὺς Αἰγυπτίους κατελάμβανεν, ὧν ἕκαστον ἐκθήσομαι διά τε τὸ μὴ πρότερόν τισι συμβάντα τοῖς Αἰγυπτίοις εἰς πεῖραν ἐλθεῖν καὶ διὰ τὸ βούλεσθαι Μωυσῆν μηδὲν ὧν προεῖπεν αὐτοῖς ψευσάμενον ἐπιδεῖξαι, καὶ ὅτι συμφέρει τοῖς ἀνθρώποις μαθοῦσι φυλάττεσθαι ταῦτα ποιεῖν, ἐφ᾽ οἷς μὴ δυσαρεστήσῃ τὸ θεῖον μηδ᾽ εἰς ὀργὴν τραπὲν ἀμύνηται τῆς ἀδικίας αὐτούς. [294] γὰρ ποταμὸς αὐτοῖς αἱματώδης θεοῦ κελεύσαντος ἐρρύη πίνεσθαι μὴ δυνάμενος, καὶ πηγὴν ἑτέραν ὑδάτων οὐκ ἔχουσιν οὐ τὴν χρόαν μόνον ἦν τοιοῦτος, ἀλλὰ καὶ τοῖς πειρωμένοις ἀλγήματα καὶ πικρὰν ὀδύνην προσέφερεν. [295] ἦν δὲ τοιοῦτος μὲν Αἰγυπτίοις, Ἑβραίοις δὲ γλυκὺς καὶ πότιμος καὶ μηδὲν τοῦ κατὰ φύσιν παρηλλαγμένος. πρὸς οὖν τὸ παράδοξον ἀμηχανήσας βασιλεὺς καὶ δείσας περὶ τῶν Αἰγυπτίων συνεχώρει τοῖς Ἑβραίοις ἀπιέναι: καὶ τοῦ κακοῦ λωφήσαντος πάλιν τὴν γνώμην μετέβαλεν οὐκ ἐπιτρέπων τὴν ἄφοδον αὐτοῖς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: