previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[243]

Μωυσῆς δὲ ὑπό τε τῆς Θερμούθιδος παρακληθεὶς καὶ ὑπὸ τοῦ βασιλέως ἡδέως προσδέχεται τὸ ἔργον: ἔχαιρον δ᾽ οἱ ἱερογραμματεῖς ἀμφοτέρων τῶν ἐθνῶν, Αἰγυπτίων μὲν ὡς τούς τε πολεμίους τῇ ἐκείνου κρατήσοντες ἀρετῇ καὶ τὸν Μωυσῆν ταὐτῷ δόλῳ κατεργασόμενοι, οἱ δὲ τῶν Ἑβραίων ὡς φυγεῖν αὐτοῖς ἐσομένου τοὺς Αἰγυπτίους διὰ τὸ Μωυσῆν αὐτοῖς στρατηγεῖν. [244] δὲ φθάσας πρὶν καὶ πυθέσθαι τοὺς πολεμίους τὴν ἔφοδον αὐτοῦ τὸν στρατὸν ἀναλαβὼν ἦγεν οὐ διὰ τοῦ ποταμοῦ ποιησάμενος τὴν ἐλασίαν, ἀλλὰ διὰ γῆς. ἔνθα τῆς αὐτοῦ συνέσεως θαυμαστὴν ἐπίδειξιν ἐποιήσατο: [245] τῆς γὰρ γῆς οὔσης χαλεπῆς ὁδευθῆναι διὰ πλῆθος ἑρπετῶν, παμφορωτάτη γάρ ἐστι τούτων, ὡς καὶ τὰ παρ᾽ ἄλλοις οὐκ ὄντα μόνη τρέφειν δυνάμει τε καὶ κακίᾳ καὶ τῷ τῆς ὄψεως ἀσυνήθει διαφέροντα, τινὰ δ᾽ αὐτῶν ἐστι καὶ πετεινὰ ὡς λανθάνοντα μὲν ἀπὸ γῆς κακουργεῖν καὶ μὴ προϊδομένους ἀδικεῖν ὑπερπετῆ γενόμενα, νοεῖ πρὸς ἀσφάλειαν καὶ ἀβλαβῆ πορείαν τοῦ στρατεύματος στρατήγημα θαυμαστόν: [246] πλέγματα γὰρ ἐμφερῆ κιβωτοῖς ἐκ βίβλου κατασκευάσας καὶ πληρώσας ἴβεων ἐκόμιζε. πολεμιώτατον δ᾽ ἐστὶν ὄφεσι τοῦτο τὸ ζῷον: φεύγουσί τε γὰρ ἐπερχομένας καὶ ἐφιστάμενοι καθάπερ ὑπ᾽ ἐλάφων ἁρπαζόμενοι καταπίνονται: χειροήθεις δ᾽ εἰσὶν αἱ ἴβεις καὶ πρὸς μόνον τὸ τῶν ὄφεων γένος ἄγριοι. [247] καὶ περὶ μὲν τούτων παρίημι νῦν γράφειν οὐκ ἀγνοούντων τῶν Ἑλλήνων τῆς ἴβιδος τὸ εἶδος. ὡς οὖν εἰς τὴν γῆν ἐνέβαλε τὴν θηριοτρόφον, ταύταις ἀπεμάχετο τὴν τῶν ἑρπετῶν φύσιν ἐπαφεὶς αὐτοῖς καὶ προπολεμούσαις χρώμενος. τοῦτον οὖν ὁδεύσας τὸν τρόπον οὐδὲ προμαθοῦσι παρῆν τοῖς Αἰθίοψι, [248] καὶ συμβαλὼν αὐτοῖς κρατεῖ τῇ μάχῃ καὶ τῶν ἐλπίδων, ἃς εἶχον ἐπὶ τοὺς Αἰγυπτίους, ἀφαιρεῖται τάς τε πόλεις αὐτῶν ἐπῄει καταστρεφόμενος, καὶ φόνος πολὺς τῶν Αἰθιόπων ἐπράττετο. καὶ τῆς διὰ Μωυσῆν εὐπραγίας γευσάμενον τὸ τῶν Αἰγυπτίων στράτευμα πονεῖν οὐκ ἔκαμνεν, ὡς περὶ ἀνδραποδισμοῦ καὶ παντελοῦς ἀναστάσεως τὸν κίνδυνον εἶναι τοῖς Αἰθίοψι: [249] καὶ τέλος συνελαθέντες εἰς Σαβὰν πόλιν βασίλειον οὖσαν τῆς Αἰθιοπίας, ἣν ὕστερον Καμβύσης Μερόην ἐπωνόμασεν ἀδελφῆς ἰδίας τοῦτο καλουμένης, ἐπολιορκοῦντο. ἦν δὲ δυσπολιόρκητον σφόδρα τὸ χωρίον τοῦ τε Νείλου περιέχοντος αὐτὴν καὶ κυκλουμένου ποταμῶν τε ἄλλων Ἀστάπου καὶ Ἀσταβόρα δύσμαχον τοῖς πειρωμένοις διαβαίνειν τὸ ῥεῦμα ποιούντων: [250] γὰρ πόλις ἐντὸς οὖσα νῆσος οἰκεῖται τείχους τε αὐτῇ καρτεροῦ περιηγμένου καὶ πρὸς μὲν τοὺς πολεμίους πρόβλημα τοὺς ποταμοὺς ἔχουσα χώματά τε μεγάλα μεταξὺ τοῦ τείχους, ὥστε ἀνεπίκλυστον εἶναι βιαιότερον ὑπὸ πληθώρας φερομένων, ἅπερ καὶ τοῖς περαιωσαμένοις τοὺς ποταμοὺς ἄπορον ἐποίει τῆς πόλεως τὴν ἅλωσιν. [251] φέροντι τοίνυν ἀηδῶς τῷ Μωυσεῖ τὴν τοῦ στρατεύματος ἀργίαν, εἰς χεῖρας γὰρ οὐκ ἐτόλμων ἀπαντᾶν οἱ πολέμιοι, συνέτυχέ τι τοιοῦτον. [252] Θάρβις θυγάτηρ ἦν τοῦ Αἰθιόπων βασιλέως. αὕτη τὸν Μωυσῆν πλησίον τοῖς τείχεσι προσάγοντα τὴν στρατιὰν καὶ μαχόμενον γενναίως ἀποσκοποῦσα καὶ τῆς ἐπινοίας τῶν ἐγχειρήσεων θαυμάζουσα, καὶ τοῖς τε Αἰγυπτίοις αἴτιον ἀπεγνωκόσιν ἤδη τὴν ἐλευθερίαν τῆς εὐπραγίας ὑπολαμβάνουσα καὶ τοῖς Αἰθίοψιν αὐχοῦσιν ἐπὶ τοῖς κατ᾽ αὐτῶν κατωρθωμένοις τοῦ περὶ τῶν ἐσχάτων κινδύνου, εἰς ἔρωτα δεινὸν ὤλισθεν αὐτοῦ καὶ περιόντος τοῦ πάθους πέμπει πρὸς αὐτὸν τῶν οἰκετῶν τοὺς πιστοτάτους διαλεγομένη περὶ γάμου. [253] προσδεξαμένου δὲ τὸν λόγον ἐπὶ τῷ παραδοῦναι τὴν πόλιν καὶ ποιησαμένου πίστεις ἐνόρκους μὴν ἄξεσθαι γυναῖκα καὶ κρατήσαντα τῆς πόλεως μὴ παραβήσεσθαι τὰς συνθήκας, φθάνει τὸ ἔργον τοὺς λόγους. καὶ μετὰ τὴν ἀναίρεσιν τῶν Αἰθιόπων εὐχαριστήσας τῷ θεῷ συνετέλει τὸν γάμον Μωυσῆς καὶ τοὺς Αἰγυπτίους ἀπήγαγεν εἰς τὴν ἑαυτῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: