previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[338]

Ἐν Βηρυτῷ δὲ τελέσας τὰ προειρημένα μετῆλθεν εἰς Τιβεριάδα πόλιν τῆς Γαλιλαίας. ἦν δὲ ἄρα τοῖς ἄλλοις βασιλεῦσιν περίβλεπτος. ἧκε γοῦν παρ᾽ αὐτὸν Κομμαγηνῆς μὲν βασιλεὺς Ἀντίοχος, Ἐμεσῶν δὲ Σαμψιγέραμος καὶ Κότυς, τῆς μικρᾶς Ἀρμενίας οὗτος ἐβασίλευσεν, καὶ Πολέμων τὴν Πόντου κεκτημένος δυναστείαν Ἡρώδης τε: οὗτος ἀδελφὸς ἦν αὐτοῦ, ἦρχεν δὲ τῆς Χαλκίδος. [339] ὡμίλησε δὲ πᾶσιν κατά τε τὰς ὑποδοχὰς καὶ φιλοφρονήσεις ὡς μάλιστα διαδείξας φρονήσεως ὕψος καὶ διὰ τοῦτό γε δοκεῖν δικαίως τῇ τοῦ βασιλέως παρουσίᾳ τετιμῆσθαι. [340] ἀλλὰ γὰρ τούτων διατριβόντων ἔτι παρ᾽ αὐτῷ Μάρσος τῆς Συρίας ἡγεμὼν παρεγένετο. πρὸς Ῥωμαίους οὖν τιμητικὸν τηρῶν ὑπαντησόμενος αὐτῷ τῆς πόλεως ἀπωτέρω σταδίους ἑπτὰ προῆλθεν βασιλεύς. [341] τοῦτο δὲ ἄρα ἔμελλεν τῆς πρὸς Μάρσον ἀρχὴ γενήσεσθαι διαφορᾶς: συγκαθεζόμενος γὰρ ἐπὶ τῆς ἀπήνης ἐπήγετο τοὺς ἄλλους βασιλέας, Μάρσῳ δ᾽ τούτων ὁμόνοια καὶ μέχρι τοσοῦδε φιλία πρὸς ἀλλήλους ὑπωπτεύθη συμφέρειν οὐχ ὑπολαμβάνοντι Ῥωμαίοις δυναστῶν τοσούτων συμφρόνησιν. εὐθὺς οὖν ἑκάστῳ τῶν ἐπιτηδείων τινὰς πέμπων ἐπέστελλεν ἐπὶ τὰ ἑαυτοῦ δίχα μελλήσεως ἀπέρχεσθαι. [342] ταῦτα Ἀγρίππας ἀνιαρῶς ἐξεδέχετο: καὶ Μάρσῳ μὲν ἐκ τούτου διαφόρως ἔσχεν, τὴν ἀρχιερωσύνην δὲ Ματθίαν ἀφελόμενος ἀντ᾽ αὐτοῦ κατέστησεν ἀρχιερέα Ἐλιωναῖον τὸν τοῦ Κιθαίρου παῖδα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: