previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[332]

Καὶ δή τις ἐν τοῖς Ἱεροσολύμοις ἀνὴρ ἐπιχώριος ἐξακριβάζειν δοκῶν τὰ νόμιμα, Σίμων ἦν ὄνομα τούτῳ, πλῆθος εἰς ἐκκλησίαν ἁλίσας τηνικάδε τοῦ βασιλέως εἰς Καισάρειαν ἐκδεδημηκότος ἐτόλμησεν αὐτοῦ κατειπεῖν, ὡς οὐχ ὅσιος εἴη, δικαίως δ᾽ ἂν εἴργοιτο τοῦ ναοῦ τῆς εἰσόδου προσηκούσης τοῖς ἐγγενέσιν. [333] δηλοῦται μὲν δὴ διὰ γραμμάτων ὑπὸ τοῦ στρατηγοῦ τῆς πόλεως τῷ βασιλεῖ δημηγορήσας Σίμων ταῦτα, μεταπέμπεται δὲ αὐτὸν βασιλεὺς καί, καθέζετο γὰρ ἐν τῷ θεάτρῳ τότε, καθεσθῆναι παρ᾽ αὐτὸν ἐκέλευσεν. ἠρέμα τε καὶ πρᾴωςεἰπέ μοι, φησίν, τί τῶν ἐνθάδε γινομένων ἐστὶ παράνομον;’ [334] δὲ εἰπεῖν ἔχων οὐδὲν τυχεῖν ἐδεῖτο συγγνώμης. ἀλλὰ βασιλεὺς αὐτῷ προσεδόκησέν τις διηλλάττετο τὴν πρᾳότητα κρίνων βασιλικωτέραν ὀργῆς καὶ πρέπειν εἰδὼς τοῖς μεγέθεσι θυμοῦ πλέον ἐπιείκειαν. τὸν Σίμωνα γοῦν καὶ δωρεᾶς τινος ἀξιώσας ἀπεπέμπετο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: