previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[292]

Τούτοις μὲν δὴ τοῖς διατάγμασιν εἰς Ἀλεξάνδρειάν τε καὶ τὴν οἰκουμένην πᾶσαν ἀποσταλεῖσιν ἐδήλωσεν ἣν περὶ Ἰουδαίων ἔχοι γνώμην Κλαύδιος Καῖσαρ: αὐτίκα δὲ Ἀγρίππαν κομιούμενον τὴν βασιλείαν ἐπὶ τιμαῖς λαμπροτέραις ἐξέπεμψε τοῖς ἐπὶ τῶν ἐπαρχιῶν ἡγεμόσιν καὶ τοῖς ἐπιτρόποις διὰ γραμμάτων ἐπιστείλας ἐράσμιον ἄγειν αὐτόν. [293] δ᾽, ὡς εἰκὸς ἦν τὸν ἐπὶ κρείττοσιν τύχαις ἀνερχόμενον, μετὰ τάχους ὑπέστρεψεν, εἰς Ἱεροσόλυμα δ᾽ ἐλθὼν χαριστηρίους ἐξεπλήρωσε θυσίας οὐδὲν τῶν κατὰ νόμον παραλιπών. [294] διὸ καὶ ναζιραίων ξυρᾶσθαι διέταξε μάλα συχνούς, τὴν δὲ χρυσῆν ἅλυσιν τὴν δοθεῖσαν αὐτῷ ὑπὸ Γαΐου ἰσόσταθμον τῇ σιδηρᾷ, τὰς ἡγεμονίδας χεῖρας ἐδέθη, τῆς στυγνῆς εἶναι τύχης ὑπόμνημα καὶ τῆς ἐπὶ τὰ κρείττω μαρτυρίαν μεταβολῆς τῶν ἱερῶν ἐντὸς ἀνεκρέμασεν περιβόλων ὑπὲρ τὸ γαζοφυλάκιον, ἵν᾽ δεῖγμα καὶ τοῦ τὰ μεγάλα δύνασθαί ποτε πεσεῖν καὶ τοῦ τὸν θεὸν ἐγείρειν τὰ πεπτωκότα: [295] πᾶσι γὰρ τοῦτ᾽ ἐνεφάνιζεν τῆς ἁλύσεως ἀνάθεσις, ὅτι βασιλεὺς Ἀγρίππας ἀπὸ μικρᾶς αἰτίας εἰς δεσμώτην ἀπέδυ τὸ πρὶν ἀξίωμα καὶ μετ᾽ ὀλίγον τῆς πέδης ἐκβὰς εἰς βασιλέα τοῦ πάλαι λαμπρότερον ἠγέρθη. [296] διὰ τοῦτ᾽ οὖν ἐννοεῖσθαι, ὅτι τῆς ἀνθρωπίνης φύσεως καὶ πεσεῖν ὀλισθάνειν τὰ μεγέθη καὶ τὰ κλιθέντα δύναται περιφανὲς λαβεῖν πάλιν ὕψος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: