previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[190]

Χαιρέας δὲ ἐν δεινῷ τιθέμενος περιεῖναι τὴν θυγατέρα Γαΐου καὶ τὴν γυναῖκα, ἀλλὰ μὴ πανοικὶ τὸν ὄλεθρον αὐτῷ συντυχεῖν, ἐπεὶ καὶ πᾶν τι ὑπολείποιτο αὐτῶν ἐπ᾽ ὀλέθρῳ τῆς πόλεως λειφθήσεσθαι καὶ τῶν νόμων, ἄλλως τε πρόθεσιν ἐσπουδακὼς τελειώσασθαι τὴν αὐτοῦ καὶ πάνυ εὐφρᾶναι μῖσος τὸ πρὸς Γάιον, Ἰούλιον ἐκπέμπει Λοῦππον ἕνα τῶν χιλιάρχων κτενοῦντα τήν τε γυναῖκα Γαΐου καὶ τὴν θυγατέρα. [191] Κλήμεντος δ᾽ ὄντι συγγενεῖ τῷ Λούππῳ τὴν ἐπὶ τοιοῖσδε προύθεσαν λειτουργίαν, ὅπως μετασχὼν κἂν ἐπὶ τοιούτοις τῆς τυραννοκτονίας ἀγάλλοιτο ἀρετῇ πρὸς τῶν πολιτικῶν, ὡς καὶ τοῦ παντὸς ἐπιβουλεύματος δόξειε κοινωνεῖν τὸ πρῶτον συνθεμένων. [192] ἐνίοις δὲ τῶν συνωμοτῶν καὶ ὠμὸν ἐδόκει τὸ ἐπὶ τῇ γυναικὶ θράσει χρησόμενον αὐτῷ διὰ τὸ Γάιον φύσει τῇ αὐτοῦ χρώμενον συμβουλῇ τῇ ἐκείνης τὰ πάντα πρᾶξαι, ἐξ ὧν τε πόλις ἀπηγορεύκει τοῖς κατειληφόσι κακοῖς καὶ τῶν πολιτῶν τι καὶ ἄνθος ἦν ἀπώλετο. [193] οἱ δὲ καὶ τῶν μὲν ἐπὶ τοιούτοις ἐνεκάλουν αὐτῇ γνώμην τὸ δὲ πᾶν καὶ τῶν ὑπὸ Γαΐου πεπραγμένων κακῶν ἐκείνῃ τὴν αἰτίαν ἐπέφερον φάρμακον τῷ Γαΐῳ δοῦσαν ἐννοιῶν δούλωσιν καὶ ἐρώτων ἐπαγωγὰς αὐτῇ ψηφιούμενον, εἰς μανίαν μεταστάντος τὰ πάντα αὐτὴν εἶναι τὴν νεναυπηγημένην ἐπὶ ταῖς Ῥωμαίων τύχαις καὶ τῆς ὑποτελούσης αὐτοῖς οἰκουμένης. [194] καὶ πέρας κυρωθὲν ὥστε αὐτὴν τελευτᾶν, οὐδὲν γὰρ οἱ ἀποσπεύδοντες οἷοί τε ὠφελεῖν ἦσαν, ἐστέλλετο Λοῦππος: ἐβραδύνετο δὲ οὐδὲν μελλήσει τῇ κατ᾽ αὐτόν, ὥστε μὴ οὐκ εἰς καιρὸν δεδιακονῆσθαι τοῖς ἀπεσταλκόσιν, θέλων ἐπ᾽ οὐδαμοῖς μεμπτὸς εἶναι τῶν ἐπ᾽ ὠφελείᾳ τοῦ δήμου πεποιημένων. [195] παρελθὼν δὲ ἐπὶ τοῦ βασιλείου λαμβάνει τὴν Καισωνίαν, γυνὴ δ᾽ ἦν τοῦ Γαΐου, παρακατακειμένην τῷ σώματι τοῦ ἀνδρὸς χαμαιπετεῖ καὶ πάντων ἐν ἀτυχίᾳ ὧν χαρίζοιτ᾽ ἂν νόμος τοῖς μεταστᾶσιν, αἵματί τε ἀναπεφυρμένην ἐκ τῶν τραυμάτων καὶ πολλῇ τῇ ταλαιπωρίᾳ συμφερομένην τῆς θυγατρὸς παρερριμμένης: ἠκούετό τε ἐν τοῖς τοιοῖσδε οὐδὲν ἕτερον κατάμεμψις τοῦ Γαΐου, ὡς πιθανὴν οὐ σχόντος πολλάκις προηγορευκυῖαν αὐτήν. [196] ἐπ᾽ ἀμφότερα δὲ οὗτος λόγος καὶ τότε εἰκάζετο καὶ νῦν ἐφ᾽ ὁμοίοις πρόκειται τῇ διανοίᾳ τῶν ἀκροατῶν πρὸς τι θελήσειαν ῥοπὰς τὰς αὐτοῦ προστιθέμενοι. οἱ μὲν γὰρ ἀποσημαίνειν ἔφασαν τὸν λόγον, ὡς συμβουλευομένης ἀποστάντα μανιῶν καὶ τοῦ εἰς τοὺς πολίτας ὠμοῦ μετρίως καὶ μετ᾽ ἀρετῆς ἐξηγεῖσθαι τῶν πραγμάτων, καὶ παρ᾽ αὐτὸν ἀπολέσθαι τρόπῳ τῷ αὐτοῦ χρώμενον. [197] οἱ δέ, ὡς λόγου τοῦ περὶ τῶν συνωμοτῶν ἐπιφοιτήσαντος Γαΐῳ κελεύσειεν μηδὲν εἰς ἀναβολὰς ἀλλ᾽ ἐκ τοῦ ὀξέος πάντας μεταχειρισάμενον αὐτούς, κἂν εἰ μηδὲν ἀδικοῖεν, ἐν ἀδεεῖ κινδύνων καταστῆναι, καὶ τοῦτ᾽ εἶναι τὸ ἐπονειδιζόμενον, ὡς προηγορευκυίας διαπράξασθαι μαλακῷ γεγονότι. [198] καὶ τὰ μὲν λεχθέντα ὑπὸ τῆς Καισωνίας καὶ ὁποῖα οἱ ἄνθρωποι περὶ αὐτῆς ἐφρόνουν ταῦτα ἦν. δὲ ἐπεὶ θεᾶται τὴν πρόσοδον τοῦ Λούππου τό τε σῶμα τοῦ Γαΐου προυδείκνυεν καὶ ἆσσον ἰέναι παρεκάλει μετ᾽ ὀλοφυρμοῦ καὶ δακρύων. [199] ἐπεὶ δὲ τῇ διανοίᾳ συνεστηκότα ἑώρα τὸν Λοῦππον, καὶ μηδὲν προσιόντα ὡς ἐπὶ πρᾶξιν οὐκ αὐτῷ κεχαρισμένην, γνωρίσασα ἐφ᾽ τι ἐχώρει τήν τε σφαγὴν ἐγύμνου καὶ πάνυ προθύμως ποτνιωμένη ὁποῖα εἰκὸς τοὺς οὕτω σαφῶς ἐν ἀπογνώσει τοῦ ζῆν γεγονότας καὶ κελεύουσα μὴ μέλλειν ἐπὶ τελειώσει τοῦ δράματος οὗ ἐπ᾽ αὐτοῖς συνέθεσαν. [200] καὶ ἥδε μὲν εὐψύχως ταύτῃ τελευτᾷ ὑπὸ τοῦ Λούππου καὶ ἐπ᾽ αὐτῇ τὸ θυγάτριον. καὶ Λοῦππος ταῦτα προαπαγγέλλων ἔσπευδεν τοῖς περὶ τὸν Χαιρέαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: