previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[48]

Ἐπεὶ δὲ ἀσμένῳ καὶ τῷ Σαβίνῳ τὰ πάντα ἦν, ἅτε καὶ αὐτῷ γνώμης μὲν οὐχ ὑστεροῦντι τῆς ἴσης, ἀπορίᾳ δὲ πρὸς ὅντινα εἰπὼν ἀσφαλὴς εἴη τὰ πρὸς ἐκείνους σιγῇ παραδιδόντος, ἐπεί τε ἀνδρὸς ηὐπόρητο οὐ μόνον στέγειν ὧν πύθοιτο προσθησομένου, ἀλλὰ καὶ γνώμην φανεροῦντος τὴν αὐτοῦ, πολλῷ μᾶλλον ἦρτο, καὶ μηδὲν εἰς ἀναβολὰς ἐδεῖτο τοῦ Χαιρέου. [49] τρέπονταί τε ὡς Μινουκιανόν, αὐτοῖς μὲν ἐπιτηδεύσει ἀρετῆς καὶ τῷ ὁμοζήλῳ τοῦ μεγαλόφρονος συγγενῆ, Γαΐῳ δ᾽ ὕποπτον τῆς Λεπίδου τελευτῆς, πάνυ γὰρ δὴ φίλοι ἐγένοντο Μινουκιανός τε καὶ Λέπιδος, καὶ δείματι κινδύνων τῶν καθ᾽ αὑτόν. [50] πᾶσι γὰρ τοῖς ἐν τέλει φοβερὸς ἦν Γάιος, ὡς ἐπ᾽ αὐτὸν ἕκαστον καὶ πρὸς οὕστινας τῇ μανίᾳ χρῆσθαι μὴ ἀφησόμενος, [51] φανεροί τε ἀλλήλοις ἦσαν τῆς ἐπὶ πράγμασιν ἀχθηδόνος, διασαφεῖν μὲν ἀλλήλοις ἄντικρυς τὴν διάνοιαν καὶ μῖσος τὸ πρὸς Γάιον φόβῳ τε κινδύνων ἀφέμενοι ἄλλως τε αἰσθανόμενοι τοῦ ἀλλήλων μίσους πρὸς τὸν Γάιον καὶ δι᾽ αὐτὸ εὐνοίᾳ χρῆσθαι τὰ πρὸς ἀλλήλους μὴ ἀπηλλαγμένοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: