previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[37]

Ταῦτα δεινῶς ἠνίασεν τὸν Χαιρέαν ὡς αἴτιον ἀνθρώποις καὶ ὑπὸ Γαΐου παρηγορίας ἀξίοις ἐν αἰτίᾳ κακῶν τὸ ὅσον ἐπ᾽ αὐτοῖς γεγενημένοις, φησίν τε πρὸς Κλήμεντά τε καὶ Παπίνιον, ὧν Κλήμης μὲν ἦν ἐπὶ τῶν στρατοπέδων, Παπίνιος δὲ καὶ αὐτὸς ἦν χιλιαρχῶν, [38]ἀλλ᾽ ἐπὶ φυλακῇ γε, Κλήμης, τὰ πάντα τοῦ αὐτοκράτορος ἡμῖν πράσσειν οὐκ ἐλλέλειπται: τῶν γὰρ συνομωμοκότων αὐτοῦ κατὰ τῆς ἡγεμονίας προνοίᾳ καὶ πόνοις τοὺς μὲν ἀπεκτείναμεν, τοὺς δὲ ἐστρεβλώσαμεν ἐπὶ τοσοῦτον, ὡς ἐλεεινοὺς κἀκείνῳ γενέσθαι, μετὰ πόσης τε ἀρετῆς ἡμῖν ἐξάγεται τῶν στρατιῶν;’ [39] σιγήσαντος δὲ τοῦ Κλήμεντος καὶ τὸ μὲν αἰσχύνῃ φέρειν τὰ προστασσόμενα καὶ τῷ βλέμματι καὶ τῷ ἐρυθήματι παριστάντος, λόγῳ δὲ αὐτοῖς τὴν μανίαν τοῦ αὐτοκράτορος προσκαλεῖν ἄδικον ἡγουμένου προνοίᾳ τοῦ ἀσφαλοῦς, [40] Χαιρέας ἤδη θάρσει χρώμενος ἐν λόγοις ἦν κινδύνων ἀνειμένοις πρὸς αὐτὸν τὰ κατέχοντα δεινὰ τὴν πόλιν καὶ τὴν ἀρχὴν ἐπεξιών, καὶ ὅτι λόγῳ μὲν εἴη Γάιος τὴν ἐπὶ τοιούτοις αἰτίαν προτιθέμενος, [41] τοῖς δὲ τἀληθὲς ἐξετάζειν πειρωμένοις ἐγώ τε, Κλήμης, καὶ οὑτοσὶ Παπίνιος καὶ πρὸ ἡμῶν σύ, ταύτας Ῥωμαίοις τε καὶ τῷ παντὶ ἀνθρωπείῳ τὰς στρέβλας προσφερόμενοι, οὐκ ἐπιτάγμασιν τοῖς Γαΐου διακονούμενοι, γνώμῃ δὲ τῇ αὐτῶν, [42] εἰ παρὸν παῦσαι τοσαύτῃ ἤδη χρώμενον ὕβρει εἴς τε τοὺς πολίτας καὶ τοὺς ὑπηκόους διακονούμεθα, δορυφόροι καὶ δήμιοι καθεστηκότες ἀντὶ στρατιωτῶν καὶ τὰ ὅπλα ταυτὶ φέροντες οὐχ ὑπὲρ ἐλευθερίας οὐδ᾽ ἀρχῆς τῶν Ῥωμαίων, ἀλλ᾽ ἐπὶ σωτηρίᾳ τοῦ δουλουμένου τά τε σώματα αὐτῶν καὶ τὰ φρονήματα, μιαινόμενοι τῷ καθ᾽ ἡμέραν αἵματι σφαγῆς καὶ βασάνου τῆς ἐκείνων, μέχρι δή τις καὶ καθ᾽ ἡμῶν διακονήσεται τοιαῦτα Γαΐῳ. [43] οὐ γὰρ εὐνοίᾳ γε πολιτεύσει διὰ τάδε πρὸς ἡμᾶς, δι᾽ ὑφοράσεως δὲ μᾶλλον καὶ ἄλλως τοῦ πολλοῦ τῶν ἀπολλυμένων ἀποδεδωκότος: οὐ γὰρ δὴ στήσεταί ποτε Γαΐῳ τὰ τῆς ὀργῆς διὰ τὸ μὴ δίκην ἀλλ᾽ ἡδονὴν πέρας αὐτῆς τυγχάνειν: σκοποὶ δὲ προσκεισόμεθα καὐτοί, δέον καὶ τοῖς πᾶσιν τὸ ἀνεπιβούλευτόν τε καὶ ἐλεύθερον βεβαιοῦν καὶ ἡμῖν κινδύνων ἀπαλλαγὰς ψηφίσασθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: