previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[153]

Χαιρέας δέ, σφόδρα γὰρ περὶ Μινουκιανῷ ἔδεισε, μὴ διαφθαρείη μανίᾳ τῶν Γερμανῶν περιπεσών, ἕκαστόν τε τῶν στρατιωτῶν μετῄει προμηθεῖσθαι τῆς σωτηρίας αὐτοῦ δεόμενος καὶ μὴ ἀπολώλοι πολλὴν ἐξέτασιν ποιούμενος. [154] καὶ Μινουκιανὸν μὲν Κλήμης, ἀνάγεται γὰρ ἐπὶ τοῦτον, μεθίησιν πολλῶν μετ᾽ ἄλλων συγκλητικῶν δικαιοσύνην τῇ πράξει συμμαρτυρῶν καὶ ἀρετὴν τοῖς ἐντεθυμημένοις καὶ πράσσειν μὴ ἀποδεδειλιακόσι: [155] τυραννίδα γὰρ εἰς ὀλίγον μὲν ἐλθεῖν ἡδονῇ τοῦ ὑβρίζειν ἐπαρθεῖσαν, εὐτυχεῖς δὲ οὐκ ἄρα ποιεῖσθαι τὰς ἀπαλλαγὰς τοῦ βίου μίσει τῆς ἀρετῆς πρὸς αὐτὸν χρωμένης, [156] ἀλλὰ μετὰ τοιαύτης δυστυχίας, ὁποίᾳ δὴ Γάιον συνελθεῖν πρὸ τῶν ἐπαναστάντων καὶ συνθέντων τὴν ἐπίθεσιν αὐτὸν ἐπίβουλον αὐτῷ γενόμενον καὶ διδάξαντα οἷς ὑβρίζων ἀφόρητος ἦν ἀφανίζων τοῦ νόμου τὴν πρόνοιαν πολέμῳ πρὸς αὐτὸν χρῆσθαι τοὺς φιλτάτους, καὶ νῦν λόγῳ μὲν εἶναι τούτους οἳ ἀνῃρήκασι Γάιον, ἔργῳ δὲ αὐτὸν ὑφ᾽ ἑαυτοῦ κεῖσθαι διολωλότα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: