previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[114]

Καὶ Γάιος μὲν τοιούτῳ τρόπῳ χρησάμενος τῆς τελευτῆς ὑπὸ τοῦ πολλοῦ τῶν τραυμάτων ἀποψυχθεὶς ἔκειτο. [115] οἱ δὲ περὶ τὸν Χαιρέαν ἐπειδὴ κατείργαστο αὐτοῖς ἤδη Γάιος, ὁδοὺς μὲν τὰς αὐτὰς ἰόντες σώζειν αὑτοὺς ἀμήχανον ἑώρων, ὄκνῳ τε τῶν γεγονότων, οὐ γὰρ μικρὸν ἦν τὸν αὐτοκράτορα ἀνῃρηκόσι τὸ κινδύνευμα ὑπό τε ἀνοίας τοῦ δήμου τιμώμενον καὶ ὄντα προσφιλῆ καὶ τῶν στρατιωτῶν μὴ ἀναιμωτὶ ποιησομένων τὴν ζήτησιν αὐτοῦ, [116] ἄλλως τε στενῶν οὐσῶν τῶν ὁδῶν, καθ᾽ ἃς ἔπραξαν τὸ ἔργον, καὶ μεγάλου πλήθους ἐμφράξαντος αὐτὰς τῆς τε θεραπείας καὶ ὁπόσοι τῶν στρατιωτῶν ἐπὶ φυλακῇ τοῦ αὐτοκράτορος ἐκείνην παρῆσαν τὴν ἡμέραν, [117] ὁδούς τε ἑτέρας χωροῦντες παρῆσαν εἰς τὴν Γερμανικοῦ μὲν οἰκίαν τοῦ Γαΐου πατρός, ὃν τότε ἀνῃρήκεσαν, συνημμένη δὲ ἐκείνη, διὰ τὸ ἓν τὸ βασίλειον ὂν ἐπ᾽ οἰκοδομίαις ἑκάστου τῶν ἐν τῇ ἡγεμονίᾳ γεγονότων ἀσκηθὲν ἀπὸ μέρους ὀνόματι τῶν οἰκοδομηθησομένων καί τι τῶν ἡμερῶν οἰκήσεις ἀρξάντων τὴν ἐπωνυμίαν παρασχέσθαι. [118] καὶ διεκπεσόμενοι ἐκ τοῦ πλήθους τὴν ἔφοδον ἐν ἀδείᾳ τὸ παρὸν ἦσαν λανθάνοντος ἀκμὴν κακοῦ τοῦ τὸν αὐτοκράτορα παρειληφότος. [119] πρώτους δὲ εἰς τοὺς Γερμανοὺς αἴσθησις ἀφίκετο τῆς Γαΐου τελευτῆς. δορυφόροι δ᾽ ἦσαν οὗτοι ὁμώνυμοι τῷ ἔθνει ἀφ᾽ οὗ κατειλέχατο Κελτικοῦ τάγμα παρεχόμενοι τὸ αὐτῶν. [120] θυμῷ δὲ χρῆσθαι πάτριόν ἐστιν αὐτοῖς, ὥσπερ σπάνιον εἴ τισιν ἑτέροις βαρβάρων διὰ τὸ ἡσσόνως λογισμὸν ἐπιδέχεσθαι τῶν ποιουμένων, ῥωμαλέοι τε τοῖς σώμασι καὶ τῇ πρώτῃ ὁρμῇ συνιόντες τοῖς πολεμίοις, οὓς ἂν νομίσωσι, μεγάλα κατορθοῦντες. [121] οὗτοι οὖν πυθόμενοι τοῦ Γαΐου τὴν σφαγὴν καὶ περιαλγήσαντες διὰ τὸ μὴ ἀρετῇ κρίνειν ἐπὶ τοῖς ὅλοις, ἀλλὰ συμφέροντι τῷ αὐτῶν, μάλιστα δὲ αὐτοῖς προσφιλὴς ἦν Γάιος δόσεσι χρημάτων τὸ εὔνουν αὑτῷ κτώμενος, [122] σπασάμενοι τὰ ξίφη, προειστήκει δ᾽ αὐτῶν Σαβῖνος χιλιαρχῶν οὐ δι᾽ ἀρετὴν καὶ γενναιότητα προγόνων, μονομάχος γὰρ ἦν, ἰσχύι δὲ σώματος τὴν ἐπὶ τοιούτοις κτησάμενος ἄθροισιν ἀρετήν, διεξῄεσαν τῆς οἰκίας ἀνερευνώμενοι τοὺς σφαγέας τοῦ Καίσαρος. [123] Ἀσπρήναν τε κρεουργήσασιν αὐτοῖς διὰ τὸ πρώτῳ περιπεσεῖν, οὗ τὴν στολὴν μιᾶναν τὸ αἷμα τῶν θυμάτων, ὥς μοι λέλεκται πρότερον, οὐκ ἐπ᾽ ἀγαθῷ τὴν συντυχίαν ἀπεσήμαινε τοῦ γεγονότος δεύτερος, Νωρβανὸς ὑπηντίαζεν ἐν τοῖς γενναιοτάτοις τῶν πολιτῶν καὶ πολλοὺς αὐτοκράτορας παρεχόμενος τῶν προπατόρων. [124] καὶ μηδὲν αἰδουμένων αὐτοῦ τὴν ἀξίωσιν ἰσχύι προύχων ἀφαιρεῖται τὸ ξίφος τῷ πρώτῳ τῶν ἐπιόντων συμπλακεὶς φανερός τε ἦν οὐκ ἀπραγμόνως τεθνηξόμενος, μέχρι δὴ περισχεθεὶς πολλοῖς τῶν ἐπιφερομένων ἔπεσεν ὑπὸ πλήθους τραυμάτων. [125] τρίτος δὲ Ἀντήιος τῶν ἐκ τῆς βουλῆς σὺν ὀλίγοις, οὐ τυχαίως τοῖς Γερμανοῖς καθάπερ οἱ πρότερον περιπεσών, ὑπὸ δὲ φιλοθεαμοσύνης καὶ ἡδονῆς τοῦ αὐτόπτης γενόμενος Γαΐου κειμένου μῖσος εὐφρᾶναι τὸ πρὸς αὐτόν: τὸν γὰρ πατέρα τοῦ Ἀντηίου καὶ ὁμώνυμον φυγάδα ἐλάσας καὶ μὴ ἀρκεσθεὶς κτείνει στρατιώτας ἀποπέμψας. [126] καὶ παρῆν μὲν διὰ τάδε εὐφρανούμενος θεωρίᾳ τοῦ νεκροῦ, θορυβουμένης δὲ τῆς οἰκίας κρύπτειν αὑτὸν ἐνθυμησάμενος οὐ διαφυγγάνει τῶν Γερμανῶν τό τε εἰς τὴν ἔρευναν ἀκριβὲς κἀπὶ τοῖς φόνοις ὁμοίως τῶν τε αἰτίων καὶ μὴ ἐξαγριωσάντων. καὶ οἵδε μὲν ταύτῃ τεθνήκεσαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: