previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[99]

Καὶ οἱ περὶ τὸν Χαιρέαν ἔτασσον μὲν ἀλλήλους καιρός τε καὶ ἐχρῆν ἕκαστον στάντα προσταχθείη μὴ ἀπολιμπάνεσθαι ἐπιπονοῦντες. ἤχθοντο δὲ τῇ διατριβῇ καὶ τῷ μέλλεσθαι τὰ ἐν χερσίν, ἐπεὶ καὶ περὶ ἐνάτην ὥραν ἤδη τὰ τῆς ἡμέρας ἦν. [100] καὶ Χαιρέας βραδύνοντος Γαΐου πρόθυμος ἦν ἐπεισελθεῖν ἐν τῇ καθέδρᾳ προσπεσὼν μέντοι προῄδει τοῦτο σὺν πολλῷ φόνῳ τῶν τε βουλευτῶν καὶ ὁπόσοι τῶν ἱππέων παρῆσαν καίπερ δεδιὼς πρόθυμος ἦν, καλῶς ἔχειν ἡγούμενος πᾶσιν ἀσφάλειαν καὶ ἐλευθερίαν ὠνούμενος ἐν ὀλίγῳ τίθεσθαι τὰ κατὰ τοὺς ἀπολουμένους. [101] καὶ δὴ τετραμμένων εἰς τὸ θέατρον εἰσόδῳ σημαίνεται Γάιος ἐξαναστὰς καὶ θόρυβος ἦν, ἀνέστρεφον δὲ καὶ οἱ συνωμόται καὶ ἀνεωθοῦντο τὴν πληθύν, λόγῳ μὲν διὰ τὸ δυσχεραίνειν τὸν Γάιον, ἔργῳ δὲ ἐπ᾽ ἀδείας βουλόμενοι ἐν ἐρημίᾳ τῶν ἀμυνουμένων καταστήσαντες αὐτὸν ἅπτεσθαι τῆς σφαγῆς. [102] προεξῄεσαν δὲ Κλαύδιος μὲν πάτρως αὐτοῦ καὶ Μᾶρκος Βινίκιος τῆς ἀδελφῆς ἀνὴρ ἔτι δὲ Οὐαλέριος Ἀσιατικός, οὓς οὐδὲ βουλομένοις διακλεῖσαι δύναμις ἦν αἰδοῖ τῆς ἀξιώσεως, εἵπετο δ᾽ αὐτὸς σὺν Παύλῳ Ἀρουντίῳ. [103] ἐπεὶ δ᾽ ἐντὸς ἦν τοῦ βασιλείου, τὰς μὲν ἐπ᾽ εὐθείας ὁδοὺς λείπει, καθ᾽ ἃς διεστήκεσαν τῶν δούλων οἱ θεραπεύοντες αὐτὸν καὶ προῄεσαν οἱ περὶ τὸν Κλαύδιον: [104] τρέπεται δὲ κατὰ στενωπὸν ἠρεμηκότα καὶ ἐπὶ τόπον πρὸς λουτροῖς γενησόμενος ἅμα καὶ παῖδας οἳ ἥκεσαν ἐκ τῆς Ἀσίας κατανοήσων, πομπῆς αὐτῶν ἐκεῖθεν γενομένης ἐπὶ ὕμνοις μυστηρίων ἐπετέλει, ἔνιοι δὲ κατὰ πυρριχισμούς, οἳ ἐν τοῖς θεάτροις ἔσοιντο. [105] ὑπαντιάζει δ᾽ αὐτὸν Χαιρέας καὶ ᾔτησεν σημεῖον. τοῦ δὲ τῶν εἰς χλεύην ἀνακειμένων εἰπόντος οὐδὲν ἐνδοιάσας λοιδορίαις τε ἐχρᾶτο κατὰ τοῦ Γαΐου καὶ σπασάμενος τὸ ξίφος ἐπάγει πληγὴν σφοδράν: οὐ μήν γε ἦν καίριος. [106] καίτοι γέ φασίν τινες προνοίᾳ τοῦ Χαιρέου γενέσθαι τοῦ μὴ μιᾷ πληγῇ διεργάσασθαι τὸν Γάιον, ἀλλὰ τιμωρεῖσθαι μειζόνως πλήθει τραυμάτων. [107] οὐ μὴν ἐμοὶ πιθανὸς οὗτος λόγος διὰ τὸ μὴ ἐπιχωρεῖν ἐν ταῖσδε ταῖς πράξεσιν λογισμῷ χρῆσθαι τὸν φόβον, Χαιρέαν δέ, εἴπερ οὕτως ἐφρόνει, πάντων ἥγημαι μωρίᾳ διαφέρειν ἡδονὴν τῇ ὀργῇ χαριζόμενον μᾶλλον ἐκ τοῦ ὀξέος ἀπαλλαγὴν αὑτῷ τε καὶ τοῖς συνωμόταις κινδύνων χαριζόμενον, διὰ τὸ πολλὰς ἂν μηχανὰς ἔτι γενέσθαι βοηθειῶν Γαΐῳ μὴ φθάντι τὴν ψυχὴν ἀφεῖναι κἀνταῦθα Χαιρέᾳ λόγον ἂν γενέσθαι οὐ περὶ τῆς Γαΐου τιμωρίας, ἀλλὰ τῆς αὐτοῦ καὶ τῶν φίλων, [108] ὅπου γε καὶ πράξαντι καλῶς ἂν εἶχε σιγῇ χρωμένῳ διαδιδράσκειν τὰς ὀργὰς τῶν ἀμυνομένων, οὐχ ὅπως ἄδηλον εἰ τύχοι κατορθῶν ἐπ᾽ ἀλόγοις χρῄζειν αὐτόν τε ἀπολέσαι καὶ τὸν καιρόν. καὶ τάδε μὲν εἰκάζειν παρέστω τοῖς βουλομένοις καὶ θέλοιεν. [109] δὲ Γάιος ἀλγηδόνι τῆς πληγῆς περιφερόμενος, μεσσηγὺς γὰρ τοῦ τε ὤμου καὶ τοῦ τραχήλου φερόμενον τὸ ξίφος ἐπέσχεν κλεὶς προσωτέρω χωρεῖν, οὔτε ἀνεβόησεν ὑπ᾽ ἐκπλήξεως οὔτε ἐπεκαλέσατό τινας τῶν φίλων εἴτε ἀπιστίᾳ εἴτε καὶ ἄλλως ἀφρονήσει, στόνῳ δὲ χρησάμενος πρὸς τῆς ἀλγηδόνος τὸ περιὸν εἰς τὸ πρόσθεν ἵετο φυγῇ. [110] καὶ δεξάμενος αὐτὸν Κορνήλιος Σαβῖνος τὴν διάνοιαν ἤδη προκατειργασμένον ὠθεῖ καὶ κλιθέντα ἐπὶ γόνυ πολλοὶ περιστάντες ἀφ᾽ ἑνὸς ἐγκελεύσματος ἔκοπτον τοῖς ξίφεσιν, παρακελευσμός τε τὰ πρὸς ἀλλήλους καὶ πρὸς ἔρις αὐτοῖς ἦν. τελευταῖα δὲ Ἀκύλας, ὁμολογεῖται δὲ ὑπὸ πάντων πληγὴν ἐπαγαγών, μεθίστησιν αὐτὸν ἀκριβῶς. [111] ἀναθείη δ᾽ ἄν τις τὴν πρᾶξιν Χαιρέᾳ: καὶ γὰρ εἰ σὺν πολλοῖς ἐπράχθη τὸ ἔργον αὐτῷ, ἀλλ᾽ οὖν πρῶτός τε ἐνεθυμήθη εἶναι μέντοι αὐτῷ ὃς προλαβὼν πολὺ τῶν ἁπάντων, [112] καὶ πρῶτος μὲν τολμηρῶς ἐξεῖπεν τοῖς λοιποῖς, δεχομένων δὲ τὸν ἐπὶ τῷ φόνῳ λόγον σποράδας τε ἤθροισεν καὶ τὰ πάντα φρονίμως συγκροτήσας ἔνθα γνωμῶν εἰσηγήσεως ἐχρῆν πολὺ κρείσσων ἐγίγνετο καὶ λόγοις καθωμίλησεν χρηστοῖς ὡς οὐ τολμῶντας ἠνάγκασέν τε τοὺς ἅπαντας, [113] ἐπεί τε καιρὸς ἐλάμβανεν χειρὶ χρήσασθαι, φαίνεται κἀνταῦθα πρῶτός τε ὁρμήσας καὶ ἁψάμενος ἀρετῇ τοῦ φόνου καὶ τοῖς ἄλλοις εὐεπίβατον παρασχὼν καὶ προτεθνεῶτα Γάιον, ὥστ᾽ ἂν δικαίως καὶ ὁπόσα τοῖς λοιποῖς εἴη πεπραγμένα τῇ Χαιρέου γνώμῃ τε καὶ ἀρετῇ προστίθεσθαι καὶ πόνῳ τῶν χειρῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: