previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[332]

μὲν δὴ ταῦτα διανοηθεὶς ἐκπέμπει τὸν Ἀνιλαῖον, δὲ πιθανὸς ἦν τῷ ἀδελφῷ τήν τε ἄλλην προθυμίαν εἰσηγούμενος τοῦ βασιλέως καὶ ὅρκιον τὸ γεγενημένον, ὥστε δὴ ἠπείγοντο ὡς τὸν Ἀρτάβανον. [333] δὲ ἡδονῇ αὐτοὺς δέχεται παραγενομένους ἐθαύμαζεν τε τὸν Ἀσιναῖον τοῦ ἐν ταῖς πράξεσιν εὐψύχου, θεωρῶν παντελῶς ὄντα ὀφθῆναι βραχύν τε καὶ τοῖς τὸ πρῶτον ὄψει συνελθοῦσιν ἐνδοῦναι καταφρονήματος ἀφορμὰς ὡς οὐδενὶ κρίνοιεν αὐτόν, φησί τε πρὸς τοὺς φίλους, ὡς μείζονα ἐν τῇ παραθέσει παρέχοιτο τὴν ψυχὴν τοῦ σώματος, παρά τε πότον δεικνὺς τὸν Ἀσιναῖον Ἀβδαγάσῃ τῷ αὐτοῦ στρατοπεδάρχῃ τό τε ὄνομα διασαφεῖ καὶ τὴν πᾶσαν ἀρετήν, χρῷτο εἰς πόλεμον. [334] τοῦ δὲ Ἀβδαγάσου κελεύοντος συγχώρημα αὐτῷ γενέσθαι κτείναντα αὐτὸν ἄποινα ἀπολαβεῖν ὑπὲρ ὧν ὑβρίσειεν εἰς τὴν Παρθυαίων ἀρχήνἀλλ᾽ οὐκ ἄν, εἶπεν βασιλεύς, συγχώρημα διδοίην ἐπ᾽ ἀνδρὶ πίστει τῇ εἰς ἐμὲ τεθαρρηκότι καὶ προσέτι δεξιάν τε πέμψας καὶ θεῶν ὅρκοις πιθανὸς γενέσθαι σπουδάσας. [335] εἰ δὲ ἀνὴρ τυγχάνεις τὰ πολέμια ἀγαθός, μηδὲν ἐπιορκίας χρῄζων τῆς ἐμῆς Παρθυαίων ἐκδίκει τὴν ἀρχὴν περιυβρισμένην: ἐπαναχωροῦντι γὰρ ἐπιθέμενος περιγίνου κράτει τῷ περὶ σὲ καὶ μετ᾽ ἀγνοίας τῆς ἐμῆς.’ [336] ἕωθεν δὲ μετακαλέσας τὸν Ἀσιναῖονὥρα σοι, φησίν, νεανία, χωρεῖν ἐπὶ τὰ σαυτοῦ, μὴ καὶ πλείοσιν τῶν ἐνθάδε στρατηγῶν τὴν ὀργὴν ἐρεθίσειας ἐπιχειρεῖν σου τῇ σφαγῇ καὶ δίχα γνώμης τῆς ἐμῆς. [337] παρακαταθήκην δέ σοι δίδωμι τὴν Βαβυλωνίαν γῆν ἀλῄστευτόν τε καὶ ἀπαθῆ κακῶν ἐσομένην ὑπὸ τῶν σῶν φροντίδων. ἄξιον δέ μοι τυγχάνειν σου χρηστοῦ ἀνεπίκλητόν σοι παρασχόμενος τὴν ἐμαυτοῦ πίστιν, οὐκ ἐπὶ κούφοις ἀλλ᾽ ἐπὶ τοῖς εἰς σωτηρίαν ἀνακειμένοις.’ [338] ταῦτα εἰπὼν καὶ δῶρα δοὺς τοτηνίκα ἐκπέμπει τὸν Ἀσιναῖον. δὲ εἰς τὴν οἰκείαν παραγενόμενος φρούρια κατασκευάζει καὶ ὁπόσα πρότερον ὠχύρου, μέγας τε ἐν ὀλίγῳ γεγόνει καὶ οἷος οὐκ ἄλλος τῶν πρότερον ἐκ τοιαύτης ἀφορμῆς ἅψασθαι πραγμάτων ἐν τόλμῃ γεγονότων, [339] Παρθυαίων τε αὐτὸν ἐθεράπευον οἱ ταύτῃ καταπεμπόμενοι στρατηγοί: μικρὸν γὰρ ἐδόκει καὶ τῆς κατ᾽ αὐτὸν ἧσσον ἀρετῆς ἐκ Βαβυλωνίων προϊοῦσα τιμή. ἦν τε ἐν ἀξιώματι καὶ δυνάμει, πάντα τε ἤδη τὰ ἐπὶ τῆς Μεσοποταμίας πρὸς αὐτὸν ἦρτο πράγματα, προύκοπτέν τε αὐτῶν εὐδαιμονία ἐπὶ ἔτη πεντεκαίδεκα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: