previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[305]

Ταύτην μὲν γράφει Πετρωνίῳ τὴν ἐπιστολήν, οὐ μὴν φθάνει γε ζῶντος Πετρώνιος δεξάμενος αὐτὴν βραδυνθέντος τοῦ πλοῦ τοῖς φέρουσιν εἰς τοσόνδε, ὥστε Πετρωνίῳ γράμματα πρὸ αὐτῆς ἀφικέσθαι, δι᾽ ὧν μανθάνει τὴν Γαΐου τελευτήν. [306] θεὸς γὰρ οὐκ ἄρ᾽ ἀμνημονήσειν ἔμελλε Πετρωνίῳ κινδύνων, οὓς ἀνειλήφει ἐπὶ τῇ τῶν Ἰουδαίων χάριτι καὶ τιμῇ τῇ αὐτοῦ, ἀλλὰ τὸν Γάιον ἀποσκευασάμενος ὀργῆς ὧν ἐπὶ σεβασμῷ τῷ αὐτοῦ πράσσειν ἐτόλμησε, τὸν μισθὸν χρεολυτεῖν * συνευεργετεῖν τῷ Πετρωνίῳ τε Ῥώμη καὶ πᾶσα ἀρχή, μάλιστα δ᾽ ὁπόσοι τῆς βουλῆς προύχοιεν ἀξιώματι, διὰ τὸ εἰς ἐκείνους ἀκράτῳ τῇ ὀργῇ χρῆσθαι τὸν Γάιον. [307] καὶ τελευτᾷ μὲν οὐ μετὰ πολὺν χρόνον γράψαι τῷ Πετρωνίῳ τὴν ἐπὶ τῷ θανεῖν ἀνακειμένην ἐπιστολήν, τὴν δ᾽ αἰτίαν, ἐξ ἧς τελευτᾷ, καὶ τῆς ἐπιβουλῆς τὸν τρόπον ἀφηγήσομαι προϊόντος τοῦ λόγου. [308] Πετρωνίῳ δὲ προτέρα μὲν παρῆν διασαφοῦσα τοῦ Γαΐου τὴν τελευτὴν ἐπιστολή, μετ᾽ οὐ πολὺ δὲ κελεύουσα αὐτὸν τελευτᾶν αὐτόχειρα, καὶ ἥσθη τε τῇ συντυχίᾳ τοῦ ὀλέθρου, ὃς τὸν Γάιον κατέλαβεν, [309] καὶ τοῦ θεοῦ τὴν πρόνοιαν ἐξεθαύμασεν οὐδὲν εἰς ἀναβολὰς ἀλλ᾽ ἐκ τοῦ ὀξέος μισθὸν αὐτῷ τιμῆς τε τῆς εἰς τὸν ναὸς καὶ βοηθείας τῆς Ἰουδαίων σωτηρίας παρασχομένου. καὶ Πετρωνίῳ μὲν οὕτως μὴ ἂν τοπασθεὶς διεφεύχθη ῥᾳδίως κίνδυνος τοῦ θανεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: