previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[195]

Ἀγρίππας δὲ τότε δεθεὶς εἱστήκει πρὸ τοῦ βασιλείου πρός τινι δένδρῳ κλιθεὶς ὑπὸ ἀθυμίας μετὰ πολλῶν οἳ ἐδέδεντο. καί τινος ὀρνέου καθίσαντος ἐπὶ τοῦ δένδρου, Ἀγρίππας προσεκέκλιτο, βουβῶνα δὲ οἱ Ῥωμαῖοι τὸν ὄρνιν τοῦτον καλοῦσιν, τῶν δεσμωτῶν τις Γερμανὸς θεασάμενος ἤρετο τὸν στρατιώτην, ὅστις εἴη ἐν τῇ πορφυρίδι. [196] καὶ μαθὼν μὲν Ἀγρίππαν ὄνομα αὐτῷ, Ἰουδαῖον δὲ τὸ γένος καὶ τῶν ἐκείνῃ ἀξιολογωτάτων, ἠξίωσεν τὸν συνδεδεμένον αὐτῷ στρατιώτην πλησίον ἐλθεῖν διὰ λόγων: βούλεσθαι γάρ τινα ἀμφὶ τῶν πατρίων ἔρεσθαι αὐτόν. [197] καὶ τυχών, ἐπεὶ πλησίον ἵσταται, δι᾽ ἑρμηνέως νεανία, φησίν, καταχθεῖ μέν σε τὸ αἰφνίδιον τῆς μεταβολῆς πολλήν τε οὕτως καὶ ἀθρόαν ἐπαγαγὸν τὴν τύχην, ἀπιστία δέ σοι λόγων, οἳ ἐπὶ διαφυγῇ κακοῦ τοῦ ἐφεστηκότος διαιροῖντο τοῦ θείου τὴν πρόνοιαν. [198] ἴσθι γε μήν, θεοὺς τοὺς ἐμοὶ πατρῴους καὶ τοὺς τοῖσδε ἐγχωρίους, οἳ τόνδε ἐπρυτάνευσαν ἡμῖν τὸν σίδηρον, ἐπομνύμενος λέξω τὰ πάντα οὔτε ἡδονῇ γλωσσάργῳ διδοὺς τὸν ἐπ᾽ αὐτοῖς λόγον οὔτε διακενῆς εὐθυμεῖν σε ἐσπουδακώς. [199] αἱ γὰρ ἐπὶ τοιοῖσδε προαγορεύσεις ὑστερηκότος τοῦ ἀποδείξοντος ἔργου χαλεπωτέραν προστίθενται τὴν ἀχθηδόνα τοῦ μηδ᾽ εἰ τὴν ἀρχὴν ἀκροάσαιτο αὐτῶν. ἀλλὰ καὶ τὸ ἐμὸν κινδύνοις παραβαλλόμενος δίκαιον ἡγησάμην σοι διασαφῆσαι τὴν προαγόρευσιν τῶν θεῶν. [200] οὐκ ἔσθ᾽ ὅπως οὐκ εὐθέως ἀπαλλαγή τέ σοι τῶνδε τῶν δεσμῶν παρέσται καὶ πρόοδος ἐπὶ μήκιστον ἀξιώματός τε καὶ δυνάμεως, ζηλωτός τε ἂν γένοιο πᾶσιν, οἳ νῦν δι᾽ οἴκτου τὰς τύχας σου λαμβάνουσιν, εὐδαίμονά τε ἂν ποιοῖο τὴν τελευτὴν παισίν, οἷς ἔσῃ τὸν βίον καταλειπόμενος. μνημονεύειν δέ, ὁπότε εἰσαῦθις τὸν ὄρνιν θεάσαιο τοῦτον, πέντε ἡμέραις σοι τὴν τελευτὴν ἐσομένην. [201] ταῦτα πεπράξεται μὲν ᾗπερ ἀποσημαίνει τοῦ θεοῦ τὸ ἐξαποστεῖλαν τουτονὶ τὸν ὄρνιν. προγνώσει τε αὐτῶν σύνεσιν τὴν παραγενομένην ἀποστερεῖν σε ἄδικον ἡγησάμην, ὅπως ἐπιστάμενος ἀγαθοῦ μέλλοντος λυσιτελεῖν ἐν ὀλίγῳ τὴν ἀχθηδόνα τοῦ παρόντος τιθοῖο. μνήμην δὲ ποιεῖσθαι εἰς χεῖράς σου παραγενομένου τοῦ εὐδαίμονος καὶ τοῦ καθ᾽ ἡμᾶς διαφευξομένου δυστυχίαν, τανῦν σύνεσμεν.’ [202] καὶ μὲν Γερμανὸς τοσάδε προειπὼν εἰς τοσόνδε ὦφλεν τῷ Ἀγρίππᾳ γέλωτα, ἐφ᾽ ὅσον ἐν τοῖς ὕστερον κατεφάνη τεθαυμάσθαι ἄξιος. δὲ Ἀντωνία χαλεπῶς φέρουσα τοῦ Ἀγρίππου τὴν δυστυχίαν τὸ μὲν Τιβερίῳ περὶ αὐτοῦ διαλέγεσθαι ἐργωδέστερον ἑώρα καὶ ἄλλως ἐπ᾽ ἀπράκτοις γενησόμενον, [203] εὑρίσκετο δ᾽ αὐτῷ παρὰ τοῦ Μάκρωνος στρατιωτῶν τε μετρίων ἀνδρῶν οἳ παραφυλάξειαν αὐτὸν ἐν φροντίσιν καὶ ἑκατοντάρχου τοῦ ἐφεστηξομένου τε ἐκείνοις καὶ συνδέτου ἐσομένου, λουτρά τε καθ᾽ ἡμέραν συγκεχωρῆσθαι καὶ ἀπελευθέρων καὶ φίλων εἰσόδους τήν τε ἄλλην ῥᾳστώνην, τῷ σώματι γένοιτ᾽ ἄν. [204] εἰσῄεσάν τε ὡς αὐτὸν φίλος τε Σίλας καὶ τῶν ἀπελευθέρων Μαρσύας καὶ Στοιχεὺς τροφὰς εἰσκομίζοντες αἷς ἔχαιρεν καὶ δι᾽ ἐπιμελείας πάσης ἔχοντες, ἱμάτιά τε κομίζοντες ἐπὶ προσποιήσει πράσεως ὁπότε νὺξ γένοιτο ὑπεστρώνυσαν αὐτῷ συμπράξει τῶν στρατιωτῶν Μάκρωνος προειρηκότος: καὶ ταῦτα ἐπράσσετο ἐπὶ μῆνας ἕξ. καὶ τὰ μὲν κατὰ Ἀγρίππαν ἐν τούτοις ἦν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: