previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[101]

Ταῦτα ἀκούσας Τιβέριος ἠξίου φιλίαν αὐτῷ γενέσθαι πρὸς τὸν Ἀρτάβανον, ἐπεὶ δὲ κἀκεῖνος προκληθεὶς ἄσμενος ἐδέχετο τὸν περὶ αὐτῶν λόγον, ἐπὶ τὸν Εὐφράτην παρῆσαν τε Ἀρτάβανος καὶ Οὐιτέλλιος. [102] καὶ ζεύξεως τοῦ ποταμοῦ γενομένης κατὰ τὸ μεσαίτατον τῆς γεφύρας ἀλλήλους ὑπηντίαζον μετὰ φυλακῆς ἑκάτερος τῆς περὶ αὐτόν. καὶ λόγων αὐτοῖς συμβατικῶν γενομένων Ἡρώδης τετράρχης εἱστίασεν αὐτοὺς κατὰ μέσον τὸν πόρον σκηνίδα ἐπισκηψάμενος τῷ πόρῳ πολυτελῆ. [103] καὶ Ἀρτάβανος πέμπει Τιβερίῳ ὅμηρον Δαρεῖον τὸν υἱὸν μετὰ πολλῶν δώρων, ἐν οἷς καὶ ἄνδρα ἑπτάπηχυν τὸ μέγεθος Ἰουδαῖον τὸ γένος Ἐλεάζαρον ὄνομα: [104] διὰ μέντοι τὸ μέγεθος Γίγας ἐκαλεῖτο. ἐπὶ τούτοις Οὐιτέλλιος μὲν ἐπ᾽ Ἀντιοχείας ᾔει, Ἀρτάβανος δὲ ἐπὶ τῆς Βαβυλωνίας. Ἡρώδης δὲ βουλόμενος δι᾽ αὐτοῦ πρώτου γενέσθαι πύστιν Καίσαρι τῶν ὁμήρων τῆς λήψεως ἐκπέμπει γραμματοφόρους τὰ πάντα ἀκριβῶς γράψας εἰς ἐπιστολὴν καὶ μηδὲν ὑπολιπόμενος ἐπὶ μηνύσει τῷ ὑπατικῷ. [105] πρὸς Οὐιτελλίου δὲ ἐπιπεμφθεισῶν ἐπιστολῶν καὶ τοῦ Καίσαρος ἐπισημήναντος πρὸς αὐτόν, ὡς δῆλα αὐτῷ γένοιτο πρότερον πύστιν περὶ αὐτῶν Ἡρώδου προτεθεικότος, ταραχθεὶς Οὐιτέλλιος μεγάλως καὶ πεπονθέναι μειζόνως ἐπέπρακτο ὑπολαμβάνων ἄδηλον τὴν ἐπ᾽ αὐτοῖς ἔκρυπτεν ὀργήν, μέχρι δὴ καὶ μετῆλθε Γαΐου τὴν Ῥωμαίων ἀρχὴν παρειληφότος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: